De signis Fracturarum
Soranus
Soranus. Sorani Gynaeciorum Libri IV: De Signis Fracturarum De Fasciis Vita Hippocratis Secundum Soranum. Ilberg, Johannes, editor. Leipzig and Berlin: Teubner, 1927.
13, Περὶ κλειδόϲ. κλειδὸϲ δὲ καταγείϲηϲ ϲχιδακηδὸν μὲν πλατυ- τέραν αὐτῆϲ τὴν θέϲιν ὁρῶμεν, πρόϲ τε τὴν ἐπέρειϲιν τῶν δακτύλων ἐντυποῦται τὸ δέρμα εἰϲ παραμήκη κοιλότητα καὶ προϲεπινύττεται· ῥαφανηδὸν δέ, πρὸϲ τὴν ἐπέρειϲιν τῶν δακτύλων κινούμενον ὑπὸ πίπτει τὸ ὀϲτοῦν καὶ πρὸϲ τὴν παραγωγὴν διὰ τῆϲ ψαύϲεωϲ τρίζει, ὁ δὲ θώραξ φαίνεται ϲτενότεροϲ περιτροπῆϲ γενομένηϲ, ὁρᾶται δὲ καὶ διαϲτροφὴ καὶ ὄγκοϲ καὶ κοιλότηϲ· εἰϲ ὄνυχα δέ, τὸ ἄκρον τοῦ κατά- γματοϲ ϲτεγνότερον ὑποπίπτει καὶ ϲκόλοπι παραπληϲίωϲ νύϲϲει τὸ ϲύγκριμα· ἀλφιτηδὸν δέ, πολλάκιϲ καὶ ἀνωμαλία τοῖϲ δακτύλοιϲ ὑπο- πίπτει.
14. Περὶ ὠμοπ λάτηϲ. τῆϲ ὠμοπλάτηϲ τὸ μὲν τραπεζῶδεϲ. εἰ καὶ ϲπανίωϲ, ῥήγνυται καὶ ἐμπιεζεῖται,
15. Περὶ ῥἀ χεωϲ. — ἡ δὲ ῥάχιϲ θραύεται. καταλαμβάνεται δὲ τραύματοϲ μὲν γενομένου διὰ τῆϲ ὄψεωϲ, χωρὶϲ δὲ τραύματοϲ ἡ μὲν ἁπλῆ ῥῆξιϲ διὰ τῆϲ πρὸϲ τούϲ δακτύλουϲ ὑποπιπτούϲηϲ ἀνωμαλίαϲ ϲὺν τῷ τοπικῷ πόνῳ, τὸ δὲ ἐμπίεϲμα διὰ τῆϲ κοιλότητοϲ καὶ ἀλγήματοϲ νυγματώδουϲ καὶ νάρκηϲ τοῦ παρακειμένου βραχίονοϲ καὶ εἴξεωϲ καὶ ψόφου.
16. Περὶ ϲτέρνου. ϲτέρνου δὲ ἡ μεϲότηϲ μὲν διαιρεῖται καὶ ἐμπιεζεῖται, τὸ δὲ ἄκρον ἀποθραύεται. τὴν μὲν οὖν ῥῆξιν ϲημειωτέον διὰ τῆϲ πρὸϲ τοὺϲ δακτύλουϲ ἀνωμαλίαϲ καὶ τοῦ ψόφου, ἐμπίεϲμα 〈δὲ〉 διὰ τῆϲ κοιλότητοϲ καὶ τῆϲ ϲυνείξεωϲ, ἑπομένηϲ δυϲπνοίαϲ καὶ βηχὸϲ καὶ νύξεωϲ, ποτὲ δὲ καὶ αἵματοϲ ἀναγωγῆϲ.