Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Εἰ δὲ βούλει, καὶ τὴν οἰκονομίαν τοῦ σώματος θέασαι, ὡς οὐδὲ ἐνταῦθα ἡ φύσις μεταπηδᾷ ἀθρόως, ἀλλὰ καὶ ταύτῃ μεσοτήτων τινῶν δεῖ πρὸς τὴν χειραγωγίαν τῆς κράσεως τῶν σωμάτων· θρὶξ γάρ που καὶ ὄνυξ ὀστοῦ μαλακώτερον, καὶ νεύρου ἀραιότερον, καὶ αἵματος ξηρότερον, καὶ σαρκὸς τραχύτερον·

συνελόντι δὲ εἰπεῖν, παντὶ χρήματι, ἐν ᾧ τὸ ἡρμοσμένον καὶ τεταγμένον, μεσότητος δεῖ, ἐν φωναῖς, ἐν χρόαις, ἐν χυμοῖς, ἐν σώμασιν, ἐν ῥυθμοῖς, ἐν σχήμασιν, ἐν πάθεσιν, ἐν λόγοις. Κἶεν·

οὕτω τούτων ἐχόντων, εἰ μὲν θεὸς ἀπαθὴς καὶ ἀθάνατος, ὁ δὲ ἄνθρωπος θνητός τε καὶ ἐμπαθής, ἀνάγκη τὸ διὰ μέσου τούτων ἢ ἀπαθὲς θνητὸν εἶναι, ἢ ἀθάνατον ἐμπαθές· ὧν τὸ μὲν ἀδύνατον, οὐ γὰρ ἂν ξυνέλθοι ποτὲ οὐδὲ ὁμολογήσαι τῷ θνητῷ τὸ ἀπαθές·

λείπεται δὴ τὴν δαιμόνων φύσιν [*](2 φυτῶ sq. vi. supra § II a φυτὸν δὲ sq. ‖ 18 λείπεται sq. cf. Plut. def. orac. 416 d φύσεις εἰσί τινες . . δεχόμεναι πάθη θνητὰ καὶ μεταβολὰς ἀναγκαίας, οὓς δαίμονας ὀρθῶς ἔχει . . σέβεσθαι Diog. Laert. VII 151) [*](2 in mge sup. fol. 50 b (vet schol. u) R!: ἀθάνατον θνητόν ἀπαθές ἐμπαθές) [*](2 ἄνθρωπος 〈δὲ〉 BKMN α(θ) | αἰσθητόν K | θηρίον 〈δὲ〉 MNK α(θ) ‖ 6 τὴν (in ras.) R! | χειρουργίαν φ („corporis fabri- cam permixtonemque“ σ2) ‖ 7 θρὶγξ R ‖ 9 καὶ σαρκὸς τραχύ- τερον om. B ‖ 11 ἐν χρόαις om. Δ° | χυμῷ K ‖ 12 σώμασιν] ὀσμαῖς Markl. χρώμασι Comb. cum Reiskio ‖ 15. 16 ἀπαθὲς θνητὸν (in ras. ex -σθ-))

105
ἐμπαθῆ τε εἶναι καὶ ἀθάνατον, ἵνα τοῦ μὲν ἀθανάτο κοινωνῇ τῷ θεῷ, τοῦ δὲ ἐμπαθοῦς τῷ ἀνθρώπῳ.