Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Οἷον τὸ τοιόνδε λέγω· καλοῦμέν τι πῦρ ξηρόν τε ‖ καὶ θερμόν· ἐναντίον δὲ θερμῷ μὲν 〈ψυχρόν, ξηρῷ δὲ ὑγρόν· ἀλλὰ μὴν καὶ ὕδωρ καλοῦμεν〉 ψυχρὸν καὶ ὑγρόν· ἀδύνατον δὴ μεταβάλλειν πῦρ εἰς ὕδωρ, καὶ ὕδωρ εἰς πῦρ· οὔτε γὰρ ψυχρὸν εἰς θερμότητα, οὔτε ὑγρὸν εἰς ξηρότητα μεταβάλοι ἄν.

Οὕτω δὴ τὸν τούτων πόλεμον μετεχειρίσατο ἡ φύσις· ἔδωκεν αὐτοῖς ὥσπερ ἐκεχειροφόρον τὸν ἀέρα, ὃς λαβὼν παρὰ μὲν [*](12 οἶον sq. eodem exemplo utitur simil. or. 20 4 c cf. Simpl. in Epict. man. 83 τὸ ὕδωρ εἰς ἀέρα μεταβάλλει καὶ ὁ ἀὴρ εἰς πῦρ Plat. ap. Stob. ecl. I 152 Zeno ap Stob. ecl. l 153 Arist Eth. Nic. 1159 b. 21 Diog. Laert VII 142 (de Ζenone) ὅταν ἐκ πυρὸς ἡ οὐσία τραπῇ δἰ ἀέρος εἰς ὑγρότητα sq. sim. Plut. de fort. Rom. lI (Platonis) Diels doz. 315 469 616 Plut def. orac 415b Apul. dogm. Plat l 7 Albin. 12 Diog. Laert. III 70 al.) [*](19 ἐκεχειροφόρον in mge repet. (schol. vet. α) R!) [*](2 γάρ R! (exstinctum fere tamquam aqua superfusa postea deletum) om. Ϛ(δ Δ) ‖ 8 ἀναλογωτέρα MN ‖ 12 τι] τοι B ‖ 13 θερ- μὸν 〈 ὄν〉 Reiske | 〈ψυχρόν — 14 καλοῦμεν〉 add. Hob. ‖ 15 καὶ ὑγρόν R ξηρῷ δὲ ὑγρόν cett. (δ Δ) | δὴ] δὲ BKM (Δ°) ‖ 17 ὑγρὸν) ξηρὸν MN φα(δ) | ξηρότητα] ὑγρότητα MN φα(δ) |μεταβάλλοι Nα(δ Δ) ‖ 18 〈καὶ〉 ἔδωκεν BMNK α(δ ) ‖ 19 ἐκεχειριαφόρον Reiske)

103
τοῦ πυρὸς τὴν θερμότητα, παρὰ δὲ τοῦ ὕδατος τὴν ὑγρότητα, συνεκέρασεν αὐτῶν καὶ συνῆψεν τὰς ὁμιλίας, καὶ γίνεται μεταβολὴ καὶ πρόσβασίς ποτε μὲν τοῦ πυρὸς εἰς ἀέρα, κατὰ θερμότητα· ἀπὸ δὲ τοῦ ἀέρος εἰς ὕδωρ, κατὰ ὑγρότητα.

Πάλιν αὖ ἀὴρ θερμόν τε καὶ ὑγρόν, γῆ δὲ ψυχρόν τε καὶ ξηρόν· ἐναντίον δὲ ξηρότης μὲν ὑγρότητι, ψυχρότης δὲ θερμότητι· οὐκ ἄν οὖν μετέβαλέν ποτε ἀὴρ εἰς γῆν, ὅτι μὴ τῆς φύσεως καὶ τούτοις δούσης τὴν τοῦ ὕδατος οὐσίαν, διαιτῶσάν τε αὐτὰ καὶ ξυνάγουσαν, παρὰ μὲν ἀέρος λαβοῦσαν τὴν ὑγρότητα, παρὰ δὲ γῆς τὴν ψυχρότητα.

DΣκόπει δὴ τὸ πᾶν οὕτως συγκεφαλαιωσάμενος βραχεῖ λόγῳ· ἐπειδὴ ἕκαστον τούτων ἀνὰ δύο συνέστηκεν φύσεων ἐναντίων, ὧν ἀεὶ τὴν ἑτέραν ἀφαιρῶν μοῖραν, προστιθεὶς τῶν ἔπειτα τῇ ἑτέρᾳ, καθʼ ἥμισυ μὲν χωρίζεις ἑκατέρου ἑκάτερον, καθʼ ἥμισυ δὲ συντάττεις ἑκατέρῳ ἑκάτερον, τοῦτον τὸν τρόπον τὰ ἐναντία ἀλλήλοις ἄμικτα ὄντα κοινωνεῖ ὅμως, καὶ ἀνακίρνανται καὶ πῦρ ἀέρι κατὰ θερμότητα, καὶ ἀὴρ ὕδατι κατὰ ὑγρότητα, καὶ ὕδωρ γῇ κατὰ ψυχρότητα, καὶ γῆ πυρὶ κατὰ ξηρότητα· οὕτω κἀνταῦθα κοινωνεῖ θεὸς μὲν δαίμονι κατὰ [*](21 κοινωνεῖ θεὸς μὲν δαίμονι sq. vi or. 9 2 a καὶ τίθεσο sq) [*](18 in mge inf fol. 50 a (vet. schol. u) R!: κοινωνοῦσι κοινωνρῦσι πῦρ ἀέρι κατὰ θερμότητα θεὸς δαίμονι κατὰ τὸ ἀθάνατον ἀὴρ ὕδατι κατὰ ὑγρότητα δαίμων ἀνθρώπῳ κατὰ τὸ ἐμπαθὲς ὕδωρ γῆ κατὰ ψυχρότητα ἄνθρωπος θηρίῳ κατὰ τὸ αἰσθητικὸν γῆ πυρὶ κατὰ ξηρότητα θηρίον φυτῷ κατὰ τὸ ἐμψυχὲς) [*](3 ποτε] ἀπὸ α(δ Δ) ‖ 8 μετέβαλέν (suprascr. λ man post.) R! μετέβαλλέ B (Duebn.) ‖ 9 τοῦτο B ‖ 13 ἀνὰ] ἐκ α(θ) ‖ 15 τῶν (ante ἔπειτα) om α(δ) ‖ 18 ἀνακιρνᾶται (vel ἀνακίρναται) Ϛ(δ Δ°) )

104
τὸ ἀθάνατον, δαίμων δὲ ἀνθρώπῳ κατὰ τὸ ἐμπαθές, | [*](50b) ἄνθρωπος θηρίῳ κατὰ τὸ αἰσθητικόν, θηρίον φυτῷ κατὰ τὸ ἔμψυχον.