Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἆῤ οὖν ὁ θεός, ἀθάνατον μὲν γάρ, ἐμπαθὲς δέ; οὐδαμῶς, ἀλλὰ ἀθάνατον μέν, ἀπαθὲς δέ·

τί δὲ ἄνθρωπος; θνητὸν μέν, ἀπαθὲς δέ; οὐδὲ τοῦτο· ἀλλὰ θνητὸν μέν, οὐ μὴν ἀπαθές.

Ποῦ τοίνυν ἡμῖν οἰχήσεται τὸ ἀθάνατον ὁμοῦ καὶ ἐμπαθές; δεῖ γὰρ συστῆναι ἐξ ἀμφοῖν οὐσίαν κοινήν, κρείττονα μὲν ἀνθρώπου, θεοῦ δὲ ἐλάττονα, εἰ μέλλει ἔσεσθαι τῶν ἄκρων πρὸς ἄλληλα ἀναλογία·

δύο γὰρ πραγμάτων κεχωρισμένων τῇ φύσει, χωρισθήσεται καὶ ἡ ἐπιμιξία παντάπασιν, | ἐὰν μή τις [*](50a) κοινὸς ὅρος ἀμφότερα ὑποδέξηται.