Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Εἰ μὲν γὰρ μηδεμίαν ἡγεῖ, ὥρα σοι καὶ Ὁμήρῳ πολεμεῖν, καὶ τὰ μαντεῖα ἀναιρεῖν, καὶ ταῖς φήμαις ἀπιστεῖν, καὶ τὰ ὀνείρατα φεύγειν, καὶ Σωκράτην δὲ ἐᾶν.

Εἰ δὲ ταῦτα μὲν οὔτε ἄπιστα ἡγεῖ οὔτε ἀδύνατα, ἀπορεῖς δὲ περὶ Σωκράτους· μεταλαβὼν ἐρήσομαί σε, πότερα οὐκ ἄξιον ἡγεῖ τὸν Σωκράτην μοίρας δαιμονίου, ἢ τὸ δυνατὸν ἄλλοθι ἐνταῦθα ἐξασθενεῖ.

Ἀλλὰ τὸ μὲν δυνατὸν [*](1 οἵαν Φειδίας sq. vi or 2 10 d ‖ 3 φέρουσαν . . . ἔχουσαν ut or. 37. 8 c ‖ 13 δαιμονίους δυνάμεις cf. Apul. deo Socr 6 divinae quaedam potestates sq.) [*](6 ἱδρυμένην — 7 θρόνου ν (: ἱδρυμένος) ‖ 16 καὶ τὰ μαν- τεῖα — 17 ἀπιστεῖν v (: ἀναιρεῖ)) [*](3 αἰγίδἀνεζωμένην (suprascr α et σ) R! ‖ 4 αὐτὴν BMN ‖ 7 αὐτὸν B | οἷον] οἱ α(δ) ‖ 13 σώματα] φαντάσματα Markl 15 μὲν (ante γὰρ) om. α(θ) | οὐδεμίαν α(θ) ‖ 17 ἀναιρεῖ v ἀπιστεῖ v ‖ 18 φεύγειν] ψέγειν Reiske (Duebn.) ‖ 20 μεταβαλὼν BMN α(δ) ‖ 22 ἄλλοθι 〈μὲν δίδως〉 Duk | ἐξασθενεῖς φα(δ) δὲ νομίζεις ἀδύνατον Duk | ἀλλʼ 〈 ἂν δίδως καὶ ἄλλοις〉 τὸ Duk )

94
διδούς, κἀνταῦθα δώσεις, τὸ δὲ ἄξιον οὐκ ἀφαιρήσεις τοῦ Σωκράτους.

Εἰ τοίνυν καὶ δυνατὸν τὸ πρᾶγμα, καὶ ἄξιος Σωκράτης, λείπεταί σοι μὴ περὶ Σωκράτους ἀμφισβητεῖν, ἀλλά καθόλου σκοπεῖν, τίς ἡ τοῦ δαιμονίου φύσις.

Καὶ τοῦτο μέν σοι παῤ ἐμοῦ καὶ αὖθις λελέξεται· νῦν δὲ ἴθι αὐτὸς πρὸς αὑτὸν ἐκκαθηράμενος ταυτηνὶ τὴν δόξαν, ἵνα σοι καὶ προτέλεια γένηται ταῦτα τοῦ μέλλοντος λόγου·

ὅτι θεοὶ ἀνθρώποις ἀρετὴν καὶ κακίαν ἔνειμαν, ὥσπερ ἐν σταδίῳ ἀγωνισταῖς, τὴν μὲν ἆθλον μοχθηρίας φύσεως καὶ γνώμης πονηρᾶς, τὴν | [*](48a) δὲ ἐπινίκιον γνώμης ἀγαθῆς καὶ φύσεως ἐρρωμένης, ὅταν κρατῶσιν καλοκαγαθίᾳ.

Τούτοις καὶ τὸ θεῖον ἐθέλει ξυνίστασθαι τε καὶ συνεπιλαμβάνειν τοῦ βίου, ὑπερέχον χεῖρα καὶ κηδόμενον· τὸν μὲν φήμαις σώζει, τὸν δὲ οἰωνοῖς, τὸν δὲ ὀνείρασιν, τὸν δὲ φωναῖς, τὸν δὲ θυσίαις.