Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Τὸ μὲν γὰρ Σωκράτους δαιμόνιον ἓν καὶ ἀπλοῦν, καὶ ἰδιωτικόν, καὶ δημοτικόν, ἢ ποταμὸν διαβαίνοντα ἀνακαλούμενον, ἢ Ἀλκιβιάδου ἔρωτα ἀναβαλλόμενον, ἢ ἀπολογεῖσθαι βουλόμενον, ἢ ἀποθνήσκειν προαιρούμενον οὐ κωλῦον.

Ὁμήρῳ δὲ τὸ δαιμόνιον συνίσταται οὔτε ἑνί, οὔτε ἐφʼ ἑνί, οὔτε ἕν, οὔτε ἐπὶ σμικροῖς· ἀλλὰ καὶ παντοδαπόν, καὶ πολλάκις, καὶ ἐν πολλοῖς ὀνόμασιν, καὶ ἐν πολλοῖς φαντάσμιασιν, καὶ ἐν παντοδαπαῖς φωναῖς.

ῤ οὖν καὶ ἀποδέχῃ τὶ τούτων, καὶ ἡγεῖ τι εἶναι τὴν Ἀθηνᾶν, καὶ τὴν Ἥραν, [*](Ed Duebn p.54)καὶ τὸν Ἀπόλλωνα, καὶ ‖ Ἔριν, καὶ ὅστις ἄλλος δαίμων

Ὁμηρικός; Μή με οἴου πυνθάνεσθαι εἰ τοιαύτην [*](8 ἢ ποταμὸν διαβαίνοντα ἀνακαλούμενον cf. Plat. apol. 31 et 40 Aelian. v. hist. 8. 1 δαιμόνιον ἀποτρεπτικὸν etiam Socr. epist. 1 (Herch. 610) ‖ 9 ἢ Ἀλκιβιάδου ἔρωτα ἀναβαλλόμενον vi. or. 18. 9 e cf. Plat. Alcib. 103 a Athen. V 187 e ‖ 10 ἀπολογεῖσθαι βουλόμενον sed cf. Xenoph. apol. 4 | ἀποθνήσκειν προαιρούμενον cf. Plat apol. 40 b ‖ 16 ἡγεῖ sq. de artificibus naturae deorum interpretibus vi or 11. 3c cf. Dio Chrys XII 44 similia de poetis vi or 2. 10 d cf. Dio Chrys. XII 39 sq.) [*](4 συγγιγνομένων (νο in ras.) R! ‖ 8 ἰδιωτικόν, οὐ δημοτικόν Markl. (Duebn.) ‖ 9 ἐρῶντα Schenkl ‖ 10 βουλόμενον (scil. οὐ κωλῦον cf. Plat ap. Socr. 40 a sq.)] βουλόμενον οὐκ ἐῶν Heina. βουλόμενον κωλύον Dav Markl. (Duebn.) lacunam suspicatur Schenkl ‖ 11 〈παῤ〉 Ὁμήρῳ Reiske | δὲ καὶ τὸ N α(δ) ‖ 13 καὶ (post ἀλλὰ) om BN α(δ) ‖ 14 ὀνόμασιν —πολλοῖς om. N ‖ 17 〈τὴν〉 Ἔριν Markl. sed vi. supra p. 40. 12 ‖ 18 οἴου (ου in ras. ex η) R! )

93
ἡγεῖ τὴν Ἀθηνᾶν, οἵαν Φειδίας ἐδημιούργησεν, οὐδὲν [*](47b)τῶν Ὁμήρου ἐπῶν φαυλοτέραν, παρθέ νον καλήν, γλαυκῶπιν, ὑψηλήν, αἰγίδα ἀνεζωσμένην, κόρυν φέρουσαν, δόρυ ἔχουσαν, ἀσπίδα ἔχουσαν· μηδὲ οὖ τὴν Ἥραν, οἵαν Πολύκλειτος Ἀργείοις ἔδειξεν, λευκώλενον, ἐλεφαντόπηχυν, εὐῶπιν, εὐείμονα, βασιλικὴν, ἱδρυμένην ἐπὶ χρυσοῦ θρόνου·

μηδέ γε αὖ τὸν Ἀπόλλωνα, οἷον γραφεῖς καὶ δημιουργοὶ εἰκάζουσιν, μειράκιον γυμνὸν ἐκ χλαμυδίου, τοξότην, διαβεβηκότα τοῖς ποσὶν ὥσπερ θέοντα.

Οὐ τοῦτο ἐρωτῶ, οὐδὲ ἡγοῦμαί σε φαῦλον εἶναι τʼ ἀληθῆ εἰκάζειν, ὥστε μὴ μεταβάλλειν τὸ αἴνιγμα εἰς λόγον·

ἀλλʼ εἰ τῷ ὄντι ἡγεῖ ταυτὶ τὰ ὀνόματα καὶ τὰ σώματα αἰνίττεσθαί τινας δαιμονίους δυνάμεις, καὶ συνισταμένας τῶν ἀνθρώπων τοῖς εὐμοιροτάτοις καὶ ὕπαρ καὶ ὄναρ.