Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Εἶεν· τοῦτο μὲν, φήσει τὶς, πείθομαι, ὅτι κατʼ ἀρετὴν τρόπου καὶ φύσεως γενναιότητα ἠξιώθη ὁ Σωκράτης δαιμονίου συνουσίας· τί δὲ καὶ ἦν τὸ δαιμόνιον, ποθῶ μαθεῖν.

Ἐὲν πρῶτον, ὦ τάν, ἀποκρίνῃ μοι, πότερον ἡγεῖ τι εἶναι δαιμονίων γένος ἐν τῇ φύσει, ὡς θεῶν, ὡς ἀνθρώπων, ὡς θηρίων, ἢ μή· γελοῖον [*](Ed. Duebn. p.53)λοῖον γὰρ ‖ ἂν ἐρωτᾶν, τί ἦν τὸ δαιμόνιον Σωκράτους, [*]((c))τὸ πᾶν ἀγνοοῦντα· οἷον εἰ καὶ νησιώτης ἀνήρ, ἀθέατος τοῦ ἵππων γένους καὶ ἀμαθέστατος, ἀκούων ὅτι ἦν Μακεδόνι βασιλεῖ κτῆμα ὁ Βουκεφάλας, ὄχημα ἐκείνῳ μὲν τιθασόν, τοῖς δὲ ἄλλοις ἄβατον, ἔπειτα ἀνερωτῴη, τί ἦν πρᾶγμα ὁ Βουκεφάλας· ἠπόρησεν γὰρ ἂν ὁ διηγούμενος, πρὸς ἄνδρα ἀθέατον τῆς ἵππων φύσεως, εἰκόνος σαφοῦς.

Τί δή, νῦν ἀποροῦντες περὶ τοῦ δαιμονίου τοῦ Σωκράτους, Ὁμύρῳ συνεγένοντο διηγουμένῳ; αὐτῷ ἐκείνῳ, ἃ διηγεῖτο, περὶ μὲν τοῦ Ἀχιλλέως, ὅτι ἐν ἐκκλησίᾳ στρατιωτικῇ δημηγορῶν, διενεχθεὶς πρὸς τὸν Ἀγαμέμνονα, σπώμενος τὸ ξίφος, ὡς παίσων, κωλύεται [*](10 οἷον εἰ sq. simil. vi. or. 10 5 i; 25. 4 a etiam or. 37. 7 i cf. Sext Emp. hyp. IIl 2 οὐ γὰρ ἄν τις ἵππον ἐννοῆσαι δύναιτο μὴ οὐχὶ πρότερον τὸ εἶδος τοῦ ἵππου μαθών) [*](7 δαιμόνιον α(δ) ‖ 9 ἀνερωτᾶν Dav. | Σωκράτους δαιμόνιον ϛ(δ) ‖ 11 ἀμαθέστατος] ἀμαθὴς τέως Markl ‖ 12 Βουκέφαλος φ Dav.2 (Oxoniensis) bis 13 τιθασσόν N α(θ) ‖ 14 ἂν ἐρωτῴη Mα(θ) 15 ὁδηγούμενος M ‖ 17 τί δὴ νῦν; ἀποροῦντες Dav. οἱ (εἰ) δὲ νῦν ἀποροῦντες Markl. (Schenkl) τί δʼ οἱ νῦν ἀπορ Reiske (Duebn.) 18 〈εἰ〉 Ὁμήρῳ Reiske |〈οὐ〉 συνεγένοντο Markl. (Duebn.) 18. 19 ταὐτὰ, ἐκεῖνος ἃ Heina. ταὐτὰ ἃ ἐκεῖνος Markl. αὐτὸ ἐκεῖνο, ὃ Dav. αὐτοῖς ἐκεῖνα, ἃ Reiske ταὐτὰ ἐκείνῳ ἃ Duebn αὐτῷ, ἐκεῖνος ἃ Schenkl)

91
[*](47a)ὑπὸ δαιμονίου. Ἀθηνᾶν κα | λεῖ τὸ δαιμόνιον. Αὕτη γάρ, φησιν, ὀργιζομένῳ αὐτῷ παρεγένετο, [*]((A 197))
  • στῆ δʼ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα.
  • Τὴν δὲ αὐτὴν ταύτην Ἀθηνᾶν λέγει, καὶ τοῦ Διομήδους φησίν [*]((E 127 8))

  • ἀχλὺν δʼ αὖ τοι ἀπʼ ὀφθαλμῶν ἕλον, ἣ πρὶν
  • ἐπῆεν,
  • ὄφῤ εὖ γινώσκοι ἠμὲν θεόν, ἠδὲ καὶ ἄνδρα.