Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ὅτι δὲ ταῦτα ἀληθῆ, ὥσπέρ ἐστιν (καὶ σώζεται καὶ νῦν τὰ μὲν αὐτὰ ἐκεῖνα οἷα ἦν, τῶν δὲ ἴχνη σαφῆ ἐκλέλειπται τῆς περὶ αὐτὸ θεραπείας τὲ καὶ κομιδῆς), θαυμαστὸν εἰ ταῦτα μὲν οὐδεὶς ἡγεῖται ἄτοπά τε εἶναι καὶ ἔξω τρόπου, οὐδὲ ἀμφισβητεῖ περὶ αὐτῶν, ἀλλὰ τὴν πίστιν παραδοὺς τῷ χρόνῳ εἴσεισιν ἕκαστος μαντευσόμενος, [*](3 λίμνην Αορνον cf. Cramer anecd. Par. I 383 ‖ 11 τοῦτο sq cf Strabo V 244 ἐμύθευον οἱ πρὸ ἡμῶν ἐν τῷ Ἀόρνῳ τὰ περὶ τὴν νεκυῖαν τὴν Ὁμηρικὴν sq. ‖ 15. 16 ἴχνη σαφῆ ἐκλέλειπται cf. Plut. def orac. 15 (418 d) τοῖς περὶ τὰ μαντεῖα . . τεταγμένοις δαιμονίοις ἐκλείπουσί τε κομιδῇ συνεκλείπει τὰ τοιαῦτα) [*](6 ἐντεμὼν — χοάς p ‖ 12 ἐκτοπίσαι — 13 θαλάττης (: ἐκτοπίσαι)) [*](3 Ἄορνον λίμνην οὕτω Markl λίμνην Ἄορνον ἔτι Dav. 5 ἄνδρες om ∠° ‖ 7 χεόμενος B | ὅπου B ‖ 9 μὲν καὶ ἰδεῖν nescio unde θ ‖ 12 ἐπʼ αὐτὸ Merkl ‖ 14 ἔτι δὲ α(δ) εἰ δὲ Heins. (Duebn. ) ὅτε (vel εἴη) Schenkl | καὶ γὰρ σώζεται nescio unde δ 16 ἔτι λέλειπται Reiske (Duebn.) | αὐτὰ Dav. (D Duebn.) ‖ 17 θαυ- μαστὸν δὲ εἰ α(θ) ‖ 19 μαντευσάμενος N)

89
καὶ ἀκούσας διαπιστεύει, καὶ πιστεύσας χρῆται, καὶ χρησάμενος τιμᾷ·

εἰ δὲ ἀνὴρ φύσει τὲ κεχρημένος γενναιοτάτῃ, καὶ παιδεία σωφρονεστάτῃ, καὶ φιλοσοφίᾳ ἀληθεστάτῃ, καὶ τύχῃ δεξιωτάτῃ, συγγίγνεσθαι δαιμονίῳ ἠξιώθη πρὸς τοῦ θεοῦ, θαυ τῷ μαστὸν δοκεῖ καὶ ἄπιστον, καὶ τοῦτο, ὅσον αὐτῷ ἱκανὸν εἶναι, χρησμῳδεῖν οὐκ Ἀθηναίοις, μὰ Δία, περὶ τῶν Ἑλληνικῶν κακῶν βουλευομένοις, οὐδὲ Λακεδαιμονίοις περὶ στρατείας μαντευομένοις, οὐδὶ εἰ τις Ὀλυμπίαζε ἀγωνιούμενος περὶ νίκης ἠρώτα, οὐδʼ εἴ [*](46b)τις εἰς δικαστήριον κα | θιστάμενος, εἰ αἱρήσει, διεπυνθάνετο, οὐδʼ εἴ τις ἤρα χρημάτων, εἰ πλουτήσει, οὐδὲ ἄλλό τι τῶν ἐπὶ μηδεμιᾷ προφάσει ἀξιόχρεῳ πραγματευομένων, ὑπὲρ ὧν ὁσημέραι ἐνοχλοῦσιν οἱ ἄνθρωποι τοὺς θεούς·

τάχα μὲν γὰρ καὶ ταῦτα ἦν ἱκανὸν καὶ τὸ Σωκράτους δαιμόνιον διειδέναι, εἴπερ ἦν μαντικόν· καὶ γὰρ ἰατρῶν, ὅστις αὐτῷ ἱκανὸς καὶ ἄλλῳ, ὁ αὐτὸς, καὶ τεκτόνων καὶ σκυτοτόμων καὶ τῶν ἄλλων ἑξῆς καὶ ἐπιστημῶν καὶ δυνάμεων·

ἀλλὰ ταύτῃ γε ὁ Σωκράτης ἐπλεονέκτει (τῷ νῷ ταῖς τῶν θεῶν φωναῖς συγγιγνόμενός τε), ὅτι τὰ αὑτοῦ ἐν καλῷ διατιθέμενος [*](2. 3 φύσει τὲ κεχρημένος sq. or 26. 4 a de Homero ‖ 7 χρη- σμῳδεῖν sq. vi. or. 41. 1 e et c) [*](17 καὶ γὰρ ἰατρῶν — 19 δυνάμεων n) [*](4 τύχῃ] ψυχῇ Dav. ‖ 6 καὶ τοῦτον MN α(δ) ‖ 9 περὶ στρατείας μαντευομένοις om. B ‖ 10 Ὀλυμπίαζε -ἀγωνιούμενος R! ‖ 12. 13 οὐδʼ εἰ ἄλλος τις Reiske ‖ 15 ἱκανὸν ἦν MN α(δ) 17 ἰατρῶν ἄριστος ὅστις ϛ(θ) | αὑτῶ α(δ Δ) ‖ 18 ὁ αὐτὸς „ein und derselbe“] ὡσαύτως Canterus ὁ ἄριστος Dav. (Duebn.) 21 τε (post συγγιγνόμενός) om. Ϛ (δ Δ) | ὅτι post ἐπλεονέκτει reiecit Markl. | αὐτοῦ MB | θέμενος Reiske)

90
τῇ πρὸς τὸ δαιμόνιον συνουσίᾳ τοῖς ἄλλοις ἀνεπιφθόνως τὲ καὶ ὅσα ἀνάγκη προσεφέρετο.