Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Καίτοι τούτοις τὰ σώματα ὑγιῆ καὶ ἄρτια· ἁβρὸς μὲν γὰρ ὁ Σαρδανάπαλλος, καλὸς δὲ ὁ Ἀλκιβιάδης, ἰσχυρὸς δὲ ὁ Κριτίας·

ἀλλὰ τὴν ὑγείαν ἐπὶ τούτων μισῶ. Νοσείτω Κριτίας, ἵνα μὴ τυραννῇ· νοσείτω Ἀλκιβιάδης, ἵνα μὴ ἐπὶ Σικελίαν Ἀθηναίους ἄγῃ· νοσείτω Σαρδανάπαλλος (βέλτιον γὰρ αὐτῷ διὰ νόσον κεῖσθαι μᾶλλον ἢ διὰ ἡδονήν), μᾶλλον δὲ φθειρέσθω πᾶς, ὅτῳ ἐπιρρεῖ

ἀέναος πονηρία. Ὥσπερ γὰρ τὰ ἐρπηστικὰ τῶν ἑλκῶν τοῖς σώμασιν ἐμπεσόντα πρόσω νέμεται, καὶ τοῦ ὑγιαίνοντός τι ἀεὶ προαπόλλυσιν, καὶ πρὸς τὰς ἰάσεις ἀγριαίνει, ἕως ἂν ἡ τέχνη τὴν κρηπῖδα καὶ τὴν ἕδραν τοῦ νοσήματος ἐκτέμῃ· ὡς δὲ καὶ ὅτῳ ὕπουλος καὶ διαβεβρωμένη καὶ σαθρὰ οὖσα ἡ ψυχὴ ἐπινέμεται