Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Εἰ δὲ βούλει, σκέψαι μεταλαβὼν τῆς ψυχῆς νόσον ἐν σώματι ὑγιεινῷ

Νοσεῖ ψυχὴ τὴν ἡδονῆς νόσον, τήκεται, καὶ μαραίνεται· τί χρήσῃ τῷ νοσοῦντι; τίς ὄνησις σώματος τοιαύτῃ ψυχῇ; Σαρδανάπαλλος νοσεῖ οὐχ ὁρᾷς ὡς | καὶ ἐπὶ τὸ σῶμα αὐτῷ τὸ κακὸν ἔρχεται; [*](45a) ἐντρίβεται ὁ δύστηνος, καὶ λεαίνεται, καὶ τὼ ὀφσυντήκεται, καὶ οὐκ ἀνεχόμενος τὴν νόσον, ἐπὶ πῦρ ἦλθεν.

Νοσεῖ Ἀλκιβιάδης· πῦρ αὐτὸν ἐπινέμεται [*](Ed. Duebn. p.41) ‖ πολὺ καὶ ἄγριον, καὶ τοὺς λογισμοὺς ἐπιταράττει ἐγγύτατα μανίας, καὶ περιφέρει πανταχοῦ, ἀπὸ μὲν Λυκείου ἐπὶ τὴν ἐκκλησίαν, ἀπὸ δὲ τῆς ἐκκλησίας ἐπὶ τὴν θάλατταν, ἀπὸ δὲ τῆς θαλάττης ἐπὶ Σικελίαν, κἀκεῖθεν εἰς Λακεδαίμονα, εἶτα παρὰ τοὺς Πέρσας, καὶ ἀπὸ Περσῶν ἐπὶ Σάμον, καὶ ἀπὸ Σάμου ἐπὶ τὰς Ἀθήνας, καὶ ἐπὶ τὸν Ἑλλήσποντον αὖθις, καὶ πανταχοῦ.

Νοσεῖ [*](13 Σαρδανάπαλλος sq vi. or. 32 9 b ‖ 17 νοσεῖ Ἀλκιβιάδης sq vi. or. 6. 6 d sq. ‖ 24 p. 85. 1 νοσεῖ Κριτίας sq. vi. or. 3.8 l) [*](1 οὐκ Ὀδυσσεὺς B ‖ 3 θρέματα R! ‖ 7 διαβεβρωμένον (βε in ras.) R! ‖ 10 μεταβαλὼν Markl. (Duebn.) sed vi. p. 45. 17 | 11 ὑγιεῖ B | ἡδονὴν B ‖ 13 τοιαύτη ψυχὴ B | Σαρδανάπαλος ϛ (δ Δ°) ‖ 14 καὶ (ante ἐπὶ) om. B |ἐπὶ τὸ σῶμα αὐτὸ Markl. 20 Λυκίου R)

85
Κριτίας νόσον πικρὰν καὶ παντοδαπήν, καὶ οὐκ ἰάσιμον, οὐδὲ ἀνασχετὴν τῇ πάσῃ πόλει.