Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Καὶ δὴ φέρων με ὁ λόγος εἰς παράδειγμα ἐμβέβληκεν σαφέστερον οὗ πάλαι ποθῶ ἐνδείξασθαι ὑμῖν

Ἐν γὰρ τοῖς Ἀχαιοῖς τότε ἦν που σώματα μυρία, [*]((B 468))--- ὅσσα τε φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ, ὑγιῆ πάντα, ἄνοσα, καὶ ἰσχυρά, καὶ ἄρτια, τῷ τῶν πολεμίων τείχει περιχεόμενα ἐν δεκαέτει χρόνῳ ἐπέραινεν οὐδέν, οὐχ ὁ Ἀχιλλεὺς διώκων, οὐχ ὁ Αἴας μένων, οὐχ ὁ Διομήδης ἀναιρῶν, οὐχ ὁ Τεῦκρος τοξεύων, οὐχ ὁ Ἀγαμέμνων βουλευόμενος, οὐχ ὁ Νέστωρ [*](2 ὁ φιλοκτήτης scil Aeschyli ‖ 5 ὦ θάνατε παιὰν ἰατρὸς μόλοις sq. Plut. Cons. ad Apoll. 10 ‖ 6 7 οὐκ ἀποδέχομαι sq rhe- torice ut or. 4. 7 d; 12. 4 b et 9 d al. ‖ 7 τὸν θάνατον sq. vi. or. 41. 5 f etiam or. 22. 7 h ‖ 8 ἀπαλλακτὴν κακοῦ cf. Plat. Axioch. b ‖ 9.10 κάλει τὸν παιᾶνα cf. Plat. Phaed. 64 b ‖ 16 ἐν δε- καέτει χρόνῳ cf. lsocr. panegyr. 83 ‖ 17. 18 ὁ Ἀχιλλεὺς διώκων — ὁ Τεῦκρος τοξεύων ═ or. 23.1 d) [*](15 τῷ τῶν — p. 84. 2 σοφιζόμενος p ‖ 17 οὐχ ὁ Ἀχιλλεὺς — p. 84. 2 σοφιζόμενος n) [*](15 ποιᾶν RB ‖ 9 καλῶς] καλὸν B ‖ 14 ὅσα MN | φῦλλα 15 〈οἱ Ἕλληνες〉 τῷ p ‖ 16 πολέμων R! (pr man. corr.) τρώων p περιεχόμενα α(δ) | ἑνδεκαέτει α(δ) ἐνναέτει Dav (Oxoniensis) ἐπέραινεν — 18. 19 τοξεύων om. ἐπέραινον p)

84
λέγων, οὐχ ὁ Κάλχας μαντευόμενος, οὐχ ὁ Ὀδυσσεὺς σοφιζόμενος, Ἀλλʼ ὁ θεὸς λέγει·

‘Ὦ καλὰ καὶ γενναῖα γῆς Ἑλλάδος θρέμματα, μάτην πονεῖτε, μάτην διώκετε, κενὰ τοξεύετε, κενὰ βουλεύεσθε· οὐ γὰρ ἂν ἄλλως ἕλοιτε τουτὶ τὸ τεῖχος, πρὶν ὑμῖν ἐπίκουρος ἔλθῃ ψυχὴ μὲν ἐρρωμένη, σῶμα δὲ νοσοῦν, ὀδωδὸς καὶ χωλεῦον, καὶ διαβεβρωμένον ὑπὸ τῆς νόσου.

’Οἱ δὲ ἐπείσθησαν τῷ θεῷ, καὶ ἤγαγον ἐκ Λήμνου σύμμαχον, ψυχὴν μὲν ὑγιᾶ, σῶμα δὲ νοσοῦν.