Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

καὶ φλεγμονὴ νόσου; Τοῦτο δύναται καὶ ψυχῆς νόσος πρὸς σώματος νόσον παραβαλλομένη. Νοσεῖ σῶμα, καὶ ταράττεται, καὶ φθείρεται·

ἀλλʼ ἐὰν ἐπιστήσῃς αὐτῷ ψυχὴν ἐρρωμένην, ἀμελεῖ τῆς νόσου, καὶ ὑπερφρονεῖ τοῦ κακοῦ· ὡς Φερεκύδης ὑπερεφρόνει ἐν Σύρῳ κείμενος, τῶν μὲν σαρκῶν αὐτῷ φθειρομένων, τῆς δὲ ψυχῆς ἑστώσης ὀρθῆς, καὶ καραδοκούσης τὴν ἀπαλλαγὴν τοῦ δυσχρήστου τούτου περιβλήματος.

Φαίην δʼ ἂν ἔγωγε, οὐδὲ ἀκούσῃ εἶναι τῇ γενναίᾳ ψυχῇ φθορὰν σώματος· οἷον εἰ καὶ δεσμώτην ἐννοήσαις ὁρῶντα σηπόμενον καὶ διαρρέον τὸ τειχίον τοῦ δεσμωτηρίου, ἀναμένοντα τὴν ἔκδυσιν καὶ τὴν ἐλευθερίαν τοῦ Ἑρμοῦ, ἵνα ἐκ πολλοῦ καὶ ἀφεγγοῦς [*](1 Ἀλκιβιάδης Σικελίαν vi. or. 11. 6 d ἐπιθυμῶ sq et quae ibi adnotavi ‖ 3 πυρετιῶντι vi. or. 3. 6 a; 25. 5 e ὥσπερ aq. ‖ 15 οἷον sq. cf. Lucian. catapl. 2 παῤ ἡμῖν (scil. ἐν Ἅιδου) ἀσφόδελος μόνον . . . τὰ δὲ ἄλλα ζόφος καὶ ὁμίχλη καὶ σκότος, ἐν δὲ τῷ οὐρανῷ φαιδρὰ πάντα . . . καὶ παῤ ἡμῶν ἀνίπταται (scil. Ἑρμῆς) καθάπερ ἐκ δεσμωτηρίου τινὸς ἀποδιδράσκων aq.) [*](3 ταῦτά — 5 νόσου v (: ἀνάστασις) ‖ 9 ὡς Φερεκύδης — 12. 13 περιβλήματος p) [*](3 πυρετιῶντι Schenkl πυρέττων codd. unde πυρέττοντι φα(δ Δ) ‖ 4 φθορὰ καὶ om. v ‖ 5 αὐχμή v ‖ 7 φθείρεται (ει in ras.) R! | ἂν α(θ) ‖ 9 ὡς] ὁ p | ὑπερφρονεῖ om. p. ‖ 10 ἐν σορῷ MN φ ἐν τῇ σορῷ α(δ) | κείμενος 〈καὶ νοσῶν ὑπερεφρόνει〉 τῶν p | αὐτῶν p αὐτοῦ MN | διαφθειρομένων p ‖ 14 ἀκούσῃ Markl. (Duebn.) ἀκούσης codd. (ἀκούσαι BH) ἄκουσαν Dav. ἀκούσῃ ἂν Reiske ‖ 18 Ἑρμοῦ Hob. cum R (ἐρμοῦ) cf. Lucian catapl. 2 ἕρματος B εἱργμοῦ cett. (δΔ) 〈ἀπὸ τοῦ〉 εἱργμοῦ Reiske ἀφ÷ εγγοῦς R!)

82
ζόφου, οὗ τέως κατορώρυκτο, ἀναβλέψῃ πρὸς τὸν αἰθέρα, καὶ ἐμπλησθῇ λαμπροῦ φωτός· ἢ οἴει ἄνδρα ἠσκημένον καλῶς καὶ διαπεπονημένον τῷ σώματι ταραχθῆναι ἂν τῶν χλανιδίων αὐτῷ διαρρηγνυμένων· ἀλλʼ οὐκ ἂν ἀπορρίψαι αὐτὰ ἄσμενον, καὶ παραδοῦναι τὸ σῶμα τῷ ἀέρι, γυμνὸν γυμνῷ, φίλον φίλῳ, ἐλεύθερον

ἐλευθέρῳ; Τί οὖν ἄλλο ἡγεῖ τῇ ψυχῇ εἶναι τὸ [*](Ed. Duebn. p.50)δέρμα τοῦτο καὶ τὰ ‖ ὀστᾶ καὶ τὰς σάρκας; χλανίδια ἐφήμερα, καὶ ῥακία ἀσθενῆ καὶ τρύχινα·