Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

δείκνυσι δὲ Κλέων Σφακτηρίαν, καὶ ἄλλος ἄλλην γῆν ἢ θάλατταν, ὡς πυρετιῶντι πηγὰς καὶ φρέατα.

Ταῦτά ἐστιν ὑμῶν, ὦ [*](44a)πονηροί, τὰ θέσκελα | ἔργα; φθορὰ καὶ ἀνάστασις, καὶ κακῶν ἀκμή,

καὶ φλεγμονὴ νόσου; Τοῦτο δύναται καὶ ψυχῆς νόσος πρὸς σώματος νόσον παραβαλλομένη. Νοσεῖ σῶμα, καὶ ταράττεται, καὶ φθείρεται·