Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἐκείνων τῶν νόμων ἔργον δημοκρατία, καὶ δικαστήρια, καὶ ἐκκλησίαι, καὶ δήμου ὁρμαί, καὶ δημαγωγῶν δωροδοκίαι, καὶ τύχαι παντοδαπαί, καὶ συμφοραὶ ποικίλαι· τούτου τοῦ νόμου ἔργον ἐλευθερία, καὶ ἀρετή, καὶ βίος ἄλυπος, καὶ ἀσφαλὴς εὐδαιμονία.

Ὑπ᾿ ἐκείνων τῶν νόμων ἀθροίζεται μὲν τὰ δικαστήρια, πληροῦνται δὲ αἱ τριήρεις, ἐκπέμπονται δὲ οἱ στόλοι, τέμνεται γῆ, πολεμεῖται θάλαττα, Αἴγινα ἀνίσταται, Δεκέλεια τειχίζεται, Μῆλος ἀπόλλυται, Πλαταιαὶ ἁλίσκονται, Σκιώνη ἀνδραποδίζεται, Δῆλος καθαιρεῖται·

ὑπὸ τούτων τῶν νόμων ἀρετὴ ἀθροίζεται, πληροῦται ψυχὴ μαθημάτων, [*](4 Σόλωνος sq vi. or. 3. 5c; 36. 6 g || 5 ἄγραφος νόμος sq. cf. Cicer. legg. l 6. 19 Plat. Politic. 295 e Xenoph epist. 7 (Herch. 798) || 20. 21 Αἴγινα Μῆλος Πλαταιαὶ Σκιώνη ═ or. 12. 7b) [*](1 in mge ΛΓ΄ vetus quaterionis numerus R! | ἐγκεκυρω- μένος MNα(δ) || 7 ἄλλοι οἱ BH ἄλλως (om. οἱ) MNφα(θ) ἄλλοι ὣς Dav.2 ἄλλοι οἱ ἄλλως Reiske || 10 ἀπέθνησκεν B cum R! || 14 δωροδοκία Mα(δ) || 20 Δεκέλεια (λει in ras.) R! | τειχίζεται (ιζ in ras.) R! || 21 Μῆδος codd corr. Paccius | Σικυώνη α(δ) (ut or. 12. 7b) || 22 καθαίρεται Reiske)

73
οἰκεῖται οἶκος καλῶς, εὐνομεῖται πόλις, εἰρήνην ἄγει γῆ καὶ θάλαττα, οὐδὲν σκαιόν, οὐδὲ ἀπάνθρωπον, οὐδὲ βαρβαρικόν, πάντα εἰρήνης μεστά, καὶ ἐκεχειρίας, καὶ ἐπιστήμης, καὶ φιλοσοφίας, καὶ λόγων μουσικῶν.

Ὦ νόμοι νόμων πρεσβύτεροι, καὶ νομοθέται νομοθετῶν ἡμερώτεροι· οἷς ὁ μὲν ἑκὼν ὑπορρίψας ἑαυτόν, ἐλεύθερος, καὶ εὔπορος, καὶ ἀδεὴς ἐφημέρων νόμων καὶ ἀνοήτων δικαστῶν·

εἰ δέ τινες παράνομοι ἐν τούτοις [*](41b)καὶ | ὑβρισταὶ ἄνδρες, ἔχουσιν τὴν δίκην, οὐκ Ἀθηναίων καταψηφιζομένων, οὐδὲ τῶν ἕνδεκα ἀπαγόντων, οὐδὲ τοῦ δημίου προσφέροντος τὸ φάρμακον, ἀλλʼ αὐτόθεν ἐξ αὐτοφυοῦς καὶ ἑκουσίου μοχθηρίας· (α 7) αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο.