Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ὁ δὲ νοῦς τὸ τιμιώτατον ἐν ψυχῇ καὶ ἀρχικώτατον, καθάπερ ἐν πόλει νόμος, οὐκ ἐπʼ ἀξόνων γεγραμμένος, οὐδὲ ἐπὶ στήλης ἐγκεχαραγμένος, [*](19. 20 πρᾶγμα οὐχ ἑστὸς οὐδὲ ὡμολογημένον ═ or. 1. 5h; 4. 2b etiam or. 1. 3f) [*](1. 2 αἴσθησις (ις in ras.) R! || 4 ἁπάτων (suprascr ν) R! || 5 τοι] τι α(θ) || 8 ἤδη Hob. ἡ δὲ (═ ἥδε?) codd. (θ) ἡ Duebn. | τέχνη· ἡ (del. antea ἡ δὲ) Markl. || 13 ἐμπειρία· καὶ ἡ μὲν om. MNα(δ) || 16 ἐπιτεταμένη B || 17 παθήμασιν B cum R! || 18 μὲν τὴν ἐμ- πειρίαν B || 20 ἑστὼς MNα(θ) | ὁμολογημένον R! (pr. man. per ras. corr.) N || 21 τούτων B || 23 οὐδὲ ἐπὶ στήλης — p. 72 κε- κυρωμένος om. B)

72
[*](ΛΓ΄)| οὐδὲ ὑπὸ ψηφισμάτων κεκυρωμένος, οὐδ᾿ ὑπ᾿ [*](41a) ἐκκλησίας κεχειροτονημένος, οὐδ᾿ ὑπὸ δήμου ἐπῃνημένος, οὐδ᾿ ὑπὸ δικαστηρίου δεδοκιμασμένος, οὐδ᾿ ὑπὸ Σόλωνος ἢ Λυκούργου τεθείς·

ἀλλὰ θεὸς μὲν ὁ νομοθέτης, ἄγραφος δὲ ὁ νόμος, ἀχειροτόνητος δὲ ἡ τιμή, ἀνυπεύθυνος δὲ ἡ ἐξουσία.

Καὶ μόνος ἂν εἴη οὗτος νόμος· οἱ δὲ ἄλλως, οἱ καλούμενοι, δόξαι ψευδεῖς καὶ διημαρτημέναι καὶ σφαλλόμεναι.

Κατ᾿ ἐκείνους τοὺς νόμους καὶ Ἀριστείδης ἔφευγεν, καὶ Περικλῆς ἐζημιοῦτο, καὶ Σωκράτης ἀπέθνησκεν·

κατὰ δὲ τὸν θεῖον τοῦτον νόμον καὶ Ἀριστείδης δίκαιος ἦν, καὶ Περικλῆς ἀγαθὸς ἦν, καὶ Σωκράτης φιλόσοφος.