Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

φροντίδι), κἀν τοῖς ἐπὶ μέρους ἡ πρόνοια ἐξετάζεται. Τί δὴ φῶμεν; βούλει τοῦ ὅλου προνοεῖν τὸν θεόν; οὐκ ἐνοχλητέον ἄρα τῷ θεῷ· οὐ γὰρ πείσεται, ἤν τι παρὰ τὴν σωτηρίαν αἰτῇς τοῦ ὅλου.

Τί γὰρ εἰ καὶ [*](8 προνοεῖ ὁ θεὸς vi. or. 41. 4g cf. Epict. diss. lI 5. 24 (Sim- plic. in Epict. p. 84) Phil. prov. I 57 II 102 Cicer. nat. deor. II 66 III 90 Senec. dial. I 3 Marc. Anton. V 8 Orig. c. Cels. IV 209 Sext. Emp. hyp. 3. 10) [*](3 διακεκλήρωνται — 4 βίου n) [*](5 in mge infer. fol. 36a (vet. schol. u) R!: τῶν ὅσα γενέσθαι ἄνθρωποι εὔχονται τὰ μὲν πρόνοια τὰ δὲ εἱμαρμένη τὰ δὲ τύχη τὰ δὲ τέχνη ἐφορᾷ καταναγκάζει μεταβάλλει οἰκονομεῖ θεοῦ ἔργον ἀνάγκης αὐτομάτου ἀνθρώπου 6 in mge ὅτι περὶ τῶν ἀπὸ τῆς προνοίας οὐκ εὐκτέον. α΄ (vet. schol b) R!) [*](3 τοῦ (ante αὐτομάτου) om. n | τούτῳ B ἑκάστῳ B ἕκαστον α(δΔ) sed ‘obiectumʼ q. d. genetivo partitivo positum ut fieri solet saepius cf. Brugmann Kurze vergl. Gr. d indog. Spr. § 557 || 6 τύχης] τέχνης α(δ) || 7 γάρ του Reiske || 11 〈ἢ〉 κἂν MNφ(Δ) ἢ εἰ α(δ) ἢν ἐν Heins. | τοῖς om. N | ἡ πρόνοια — 12 προνοεῖν om. M | ἐζετάζηται B || 12 ὅλου (λ in ras.) R!)

58
τὰ μόρια τοῦ σώματος φωνὴν λαβόντα, ἐπειδὰν κάμνῃ τὶ αὐτῶν ὑπὸ τοῦ ἰατροῦ τεμνόμενον ἐπὶ σωτηρίᾳ τοῦ ὅλου, εὔξαιτο τῇ τέχνῃ μὴ φθαρῆναι; οὐκ ἀποκρινεῖται ὁ Ἀσκληπιὸς αὐτοῖς, ὡς· Ὁὐχ ὑμῶν ἕνεκα, ὦ δείλαια, χρὴ οἴχεσθαι τὸ πᾶν σῶμα, ἀλλὰ ἐκεῖνο σωζέσθω, ὑμῶν ἀπολλυμένων.ʼ Τοῦτο καὶ τῷ σύμπαντι τούτῳ γίγνεσθαι φιλεῖ.

Ἀθηναῖοι λοιμώττουσιν, σείονται Λακεδαιμόνιοι, ἡ Θετταλία ἐπικλύζεται, ἡ Αἴτνη φλέγεται· ὧν σὺ μὲν τὴν διάλυσιν φθορὰν καλεῖς· ὁ δὲ ἰατρὸς οἶδεν τὴν αἰτίαν, καὶ ἀμελεῖ εὐχομένων τῶν μερῶν, σώζει δὲ τὸ πᾶν· φροντίζει γὰρ τοῦ ὅλου.

Ἀλλὰ καὶ τῶν κατὰ μέρος προνοεῖ ὁ θεός. Οὐδὲ ἐνταῦθα τοίνυν εὐκτέον; Ὅμοιον ὡς εἰ καὶ ἰατρὸν ᾔτει ὁ κάμνων φάρμακον ἤ σιτίον· τοῦτο γὰρ εἰ μὲν ἀνύτει τι, καὶ μὴ αἰτοῦντι δώσει· εἰ δὲ ἐπισφαλές, οὐδὲ αἰτοῦντι δώσει.

Τῶν μὲν δὴ κατὰ τὴν πρόνοιαν, οὐδὲν οὔτε αἰτητέον, οὔτε εὐκτέον.