Dialexeis
Maximus of Tyre
Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.
Καὶ ὁ Ἀπόλλων πρότερον μὲν οὐκ ἐπαμύνει τῷ Χρύσῃ ἀδικουμένῳ, ἐπεὶ δὲ πρὸς αὐτὸν ἐπαρρησιάσατο καὶ ἀνέμνησεν τῆς κνίσης τῶν μηρίων, τότε τοὺς ἰούς ἀφίησιν εἰς τὸ Ἑλληνικόν, ‘ἐννῆμαρ ἐποιχόμενοςʼ αὐτούς, καὶ ‘ὀρεῖς καὶ κύναςʼ.
[*](3 Κροῖσος sq. vi. or. 13. 5e cf. Lucian. lup. conf. 14 (636) etiam Herodot. l 53)[*](4 ἐκδεχόμενος — 5 ἀρχήν v (: ἐκδέχομαι))[*](1 δικαστήν Heins. || 4 πρὸς ἡδονὴν τὸν χρησμὸν ἐκδεξά- μενος v || 5 καὶ om. v | τὴν Λυδῶν om. v || 6 Ὁμήρου B || 13 ὄεις (ο in ras.) R! || 16 ἀλλοτρίν (pr man corr.) R! || 18 ἐπαμύνη MN || 19 ἐπαρρησιάτο (suprascr σα) R! || 20 κνίσσης ϛ(θ) || 22 ὀρεῖς Dav (Duebn.) ὄεις RB ὄις MN οὐρῆας καὶ ὄις φα(θ))Τί ταῦτα, ὦ ποιητῶν ἄριστε; λίχνον καὶ δωροδόκον τὸ θεῖον, καὶ μηδὲν διαφέρον τῶν πολλῶν ἀνθρώπων; καί σου τὸ ἔπος τοῦτο ἀποδεξόμεθα, [*]((l 497))
Καὶ γὰρ ἤτοι ὁ εὐχόμενος ἄξιος τυχεῖν ὧν ηὔξατο, ἢ οὐκ ἄξιος· εἰ μὲν οὖν ἄξιος, τεύξεται καὶ μὴ εὐξάμενος· εἰ δὲ οὐκ ἄξιος, οὐ τεύξεται οὐδὲ εὐξάμενος.
Οὔτε γὰρ ὁ ἄξιος μὲν, παραλείπων δὲ τὴν εὐχήν, διὰ τοῦτο οὐκ ἄξιος, ὅτι οὐκ ηὔξατο· οὔτε ὁ μὴ ἄξιος μὲν τυχεῖν, λαβεῖν δὲ εὐχόμενος, διὰ τοῦτο ἄξιος, ὅτι εὔξατο·
ἀλλὰ αὐτὸ τοὐναντίον, ὁ μὲν [*](4 versus propter quem Platonici Homerum castigabant cf. Hierocl. ap. Stob. ecl. l 63 || 7 μὴ ὅτι — ἀγαθῷ ═ or. 13. 3d cf. Dio Chrys. 4. 23 || 10. 11 τὸ δὲ θεῖον sq. vi. or. 41 3a et 5a) [*](8 in mge super. folii 36a (vet. schol. u) R!: εὐχόμενο, οὐκ εὐχόμενος ἄξιος οὐκ ἄξιος) [*](|| 9 πονήρως] in mge ἐπιπόνως (vet. schol. u) R || 10 πονηρῶς] in mge μοχθηρῶς (vet. schol. u) R) [*](2 τὸ θεῖον om. MNα(δ) | διαφέροντα α(δ) || 5 ἀτελὲς MNα(δ) unde ἀκλινὲς Markl. || 9 πονηρῶς ς(δΔ) || 10 μετετίθετο α(δ) || 12 εἰ μὲν οὖν ἄξιος om. in mge add. pr. man R! || 15 εὔξατο B || 16. 17 διὰ τοῦτο — p. 56. 1 τυχεῖν om. B || 17 εὔξατο (ut εὕρατο p. 59. 13 al. cf. Crönert l. l p. 205)] ηὔξατο Mα(δΔ))
τῷ δὲ ἀμαθίαν καὶ μοχθηρίαν, διὰ μὲν ἀμαθίαν εὐχομένῳ, διὰ δὲ μοχθηρίαν οὐκ ἀξιουμένῳ.
Τί δέ, εἰ στρατηγὸς ἦν ὁ θεός, κᾆτα ὁ μὲν σκευοφορεῖν ἄξιος ᾔτει τὸν στρατηγὸν ὁπλίτου χώραν, ὁ δὲ ὁπλιτεύειν ἐπιτήδειος τὴν ἡσυχίαν ἦγεν· ἆρα οὐ κατὰ τὴν χρείαν τῆς τάξεως τὸν μὲν ἀχθοφορεῖν εἴα, τὸν δὲ εἰς τοὺς ὁπλίτας ἔταττεν;
Ἀλλὰ στρατηγὸς μὲν κἂν ἀγνοήσαι, κἂν δωροδοκήσαι, κἂν ἐξαπατηθείη·
τὸ δὲ θεῖον οὐ τοιοῦτον· οὔτε οὖν εὐχομένοις δώσει παρὰ τὴν ἀξίαν, οὔτε οὐκ εὐχομένοις οὐ δώσει κατὰ τὴν ἀξίαν. ||