Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

[*](Ed. Duebn. p.41)

Καὶ μὴν τῶν ὅσα οἱ ἄνθρωποι εὔχονται γενέσθαι, φησί, τὰ μὲν ἡ πρόνοια ἐφορᾷ· τὰ δὲ εἱμαρμένη καταναγκάζει, τὰ δὲ μεταβάλλει ἡ τύχη, τὰ δὲ οἰκονομεῖ [*](17 ἡ πρόνοια sq. alludit ad rerum divisionem κατὰ νόμον κατὰ φύσιν κατὰ τέχνην κατὰ τύχην cf. Diog. Laert. 96 Diotog. Pythag. ap. Stob. ecl. I 93 Sext. Emp. hyp. l 237 simil. Sallust. 12 sed etiam κατʼ ἀνάγκην κατʼ εἱμαρμένην κατὰ προαίρεσιν κατὰ τύχην κατʼ αὐτόματον Plut. plac. l 29) [*](7 κἆτα] in mge κυρίως ἔξ· ἐπί ἔκ· ἀπό· καὶ ἀντὶ τοῦ εἶτα, ὡς νῦν· ἔτι δὲ καὶ ἀντὶ τοῦ ἄρα (vet. schol. b)) [*](16 καὶ μὴν — p. 57. 3 αὐτομάτου n) [*](2 καὶ 〈μᾶλλον〉 διὰ Reiske || 3 θαρρεῖν] θάρσος MNα(δ) || 4 πιστεύοντι] ἐλπίζοντι B | ὡς ἂν τευξομένῳ α(δ) || 6 ἀμαθίαν — διὰ δὲ om. MNα(δ) | 〈τυχεῖν〉 οὐκ ἀξιουμένῳ Merkl. || 9 οὐ (post ἆρα) om. B (bis, nam verba inde ab ἆρα usque ad τῆς per dittographiam duplicata) || 10 〈γὰρ〉 ἀχθοφορεῖν B || 11 εἰς om. B || 17 φασὶ Steph. σφίσι Heins. Reiske (Δ°) | εἱμαρμένη (εἱ in ras. ex ἱ) R! 〈ἡ〉 εἱμαρμένη Markl. (Duebn.) sed vi. ad p. 40. 12, 13)

57
ἡ τέχνη.

Καὶ ἡ μὲν πρόνοια θεοῦ ἔργον, ἡ δὲ εἱμαρμένη ἀνάγκης, ἡ δὲ τέχνη ἀνθρώπου, ἡ δὲ τύχη τοῦ αὐτομάτου. Διακεκλήρωνται δὲ τούτων ἑκάστων αἱ ὕλαι τοῦ βίου· ἃ τοίνυν εὐχόμεθα, ἢ εἰς πρόνοιαν | [*](36b)συντελεῖ θεοῦ, ἢ εἰς εἱμαρμένης ἀνάγκην, ἢ εἰς ἀνθρώπου τέχνην, ἢ εἰς τύχης φοράν.

Καὶ εἰ μὲν εἰς πρόνοιαν συντελεῖ, τί δεῖ εὐχῆς; εἰ γάρ τοι

προνοεῖ ὁ θεὸς (ἤτοι προνοεῖ τοῦ ὅλου, τῶν δὲ κατὰ μέρος οὐ φροντίζει, ὥσπερ οἱ βασιλεῖς σώζουσι τὰς πόλεις νόμῳ καὶ δίκῃ, οὐ διατείνοντες ἐφʼ ἕκαστον τῇ

φροντίδι), κἀν τοῖς ἐπὶ μέρους ἡ πρόνοια ἐξετάζεται. Τί δὴ φῶμεν; βούλει τοῦ ὅλου προνοεῖν τὸν θεόν; οὐκ ἐνοχλητέον ἄρα τῷ θεῷ· οὐ γὰρ πείσεται, ἤν τι παρὰ τὴν σωτηρίαν αἰτῇς τοῦ ὅλου.

Τί γὰρ εἰ καὶ [*](8 προνοεῖ ὁ θεὸς vi. or. 41. 4g cf. Epict. diss. lI 5. 24 (Sim- plic. in Epict. p. 84) Phil. prov. I 57 II 102 Cicer. nat. deor. II 66 III 90 Senec. dial. I 3 Marc. Anton. V 8 Orig. c. Cels. IV 209 Sext. Emp. hyp. 3. 10) [*](3 διακεκλήρωνται — 4 βίου n) [*](5 in mge infer. fol. 36a (vet. schol. u) R!: τῶν ὅσα γενέσθαι ἄνθρωποι εὔχονται τὰ μὲν πρόνοια τὰ δὲ εἱμαρμένη τὰ δὲ τύχη τὰ δὲ τέχνη ἐφορᾷ καταναγκάζει μεταβάλλει οἰκονομεῖ θεοῦ ἔργον ἀνάγκης αὐτομάτου ἀνθρώπου 6 in mge ὅτι περὶ τῶν ἀπὸ τῆς προνοίας οὐκ εὐκτέον. α΄ (vet. schol b) R!) [*](3 τοῦ (ante αὐτομάτου) om. n | τούτῳ B ἑκάστῳ B ἕκαστον α(δΔ) sed ‘obiectumʼ q. d. genetivo partitivo positum ut fieri solet saepius cf. Brugmann Kurze vergl. Gr. d indog. Spr. § 557 || 6 τύχης] τέχνης α(δ) || 7 γάρ του Reiske || 11 〈ἢ〉 κἂν MNφ(Δ) ἢ εἰ α(δ) ἢν ἐν Heins. | τοῖς om. N | ἡ πρόνοια — 12 προνοεῖν om. M | ἐζετάζηται B || 12 ὅλου (λ in ras.) R!)

58
τὰ μόρια τοῦ σώματος φωνὴν λαβόντα, ἐπειδὰν κάμνῃ τὶ αὐτῶν ὑπὸ τοῦ ἰατροῦ τεμνόμενον ἐπὶ σωτηρίᾳ τοῦ ὅλου, εὔξαιτο τῇ τέχνῃ μὴ φθαρῆναι; οὐκ ἀποκρινεῖται ὁ Ἀσκληπιὸς αὐτοῖς, ὡς· Ὁὐχ ὑμῶν ἕνεκα, ὦ δείλαια, χρὴ οἴχεσθαι τὸ πᾶν σῶμα, ἀλλὰ ἐκεῖνο σωζέσθω, ὑμῶν ἀπολλυμένων.ʼ Τοῦτο καὶ τῷ σύμπαντι τούτῳ γίγνεσθαι φιλεῖ.

Ἀθηναῖοι λοιμώττουσιν, σείονται Λακεδαιμόνιοι, ἡ Θετταλία ἐπικλύζεται, ἡ Αἴτνη φλέγεται· ὧν σὺ μὲν τὴν διάλυσιν φθορὰν καλεῖς· ὁ δὲ ἰατρὸς οἶδεν τὴν αἰτίαν, καὶ ἀμελεῖ εὐχομένων τῶν μερῶν, σώζει δὲ τὸ πᾶν· φροντίζει γὰρ τοῦ ὅλου.

Ἀλλὰ καὶ τῶν κατὰ μέρος προνοεῖ ὁ θεός. Οὐδὲ ἐνταῦθα τοίνυν εὐκτέον; Ὅμοιον ὡς εἰ καὶ ἰατρὸν ᾔτει ὁ κάμνων φάρμακον ἤ σιτίον· τοῦτο γὰρ εἰ μὲν ἀνύτει τι, καὶ μὴ αἰτοῦντι δώσει· εἰ δὲ ἐπισφαλές, οὐδὲ αἰτοῦντι δώσει.

Τῶν μὲν δὴ κατὰ τὴν πρόνοιαν, οὐδὲν οὔτε αἰτητέον, οὔτε εὐκτέον.