Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἀνὴρ Φρύξ, ἀργὸς τὸν βίον, ἐραστὴς χρημάτων, [*](Περὶ Μέδου τοῦ Φρυγὸς) λαμβάνει τὸν Σάτυρον, ὡς φησὶν ὁ μῦθος, δαίμονα φίλοινον, κεράσας οἴνῳ κρήνην, εἰς ἣν φοιτῶν διψήσας ἔπινεν.

Εὔχεται ὁ ἀνόητος Φρὺξ δαίμονι αἰχμαλώτῳ· εὔχεται δὲ εὐχήν, οἵαν εἰκὸς ἦν καὶ τοῦτον αἰτεῖν, καὶ ἐκεῖνον τελεσιουργεῖν, γενέσθαι αὐτῷ τὴν γῆν χρυσῆν, καὶ τὰ δένδρα χρυσᾶ, καὶ τὰ λήϊα, καὶ τοὺς λειμῶνας, καὶ τὰ ἐν αὐτοῖς ἄνθη.

Δίδωσιν ταῦτα ὁ Σάτυρος· ἐπεὶ δὲ αὐτῷ ἐκεχρύσωτο ἡ γῆ, λιμὸς εἶχεν Φρύγας·

καὶ ὁ Μίδας ὀδύρεται τὸν πλοῦτον, καὶ ποεῖται παλινῳδίαν [*](3 εἰ δεῖ εὔχεσθαι ad rem cf. Clem. Alex str VII 854 Orig. c. Cels. II 68 περὶ εὐχῆς 11 Procl. in Plat Tim. II 64 Hierocl. in aur. carm. 49|| 5 τὸν Σάτυρον sq. cf Xenoph. anab. l 1. 13 Philostr v. Apoll. VI 27 imag. l 22|| 13 παλινῳδίαν sq. vi. or. 21. 1 a et b e Plat. Phaedr. 242d cf. Plat. ep. IIl 319e) [*](4 in mge Περὶ Μίδου τοῦ Φρυγύς (schol. vet. u) R! || 12 ἐ〈κε〉χρύσωτο] ἐχρύσωτο in mge repet. (vet. schol. a) R!) [*](4 ἀνὴρ — p. 53. 16 φιλοσοφρύναι Apostol. XI 67) [*](Codices RBMNα (═ Stephanus) φ (═ Paccius); H (teste Davisio)) [*](1 Ε΄ R! || 3 in mge θ R! | εἰ δεῖ εὔχεσθαι RBH adiecto numero φ τοῦ αὐτοῦ περὶ μίδου τοῦ φρυγός· εἰ δεῖ εὔχεσθαι M περὶ μίδου τοῦ φρυγὸς (τοῦ αὐτοῦ) K (teste Bandini) D (teste Schenkl) (N) adiectis verbis λόγος λʹ α περὶ τοῦ εἰ εὐκτέον ne- scio unde Heina.1 || 4 in mge περὶ Μίδου τοῦ Φρυγός (schol. vet. u) R! unde inscriptionum perturbationem provenisse recte intellexit Dav.1 | ἀργὸς] ἀγροικὸς Markl. || 7 εὔχεται δὴ ὁ nescio unde δ || 9 αὐτῷ α(Δ°) om. δ || 12 δὲ] δὴ nescio unde Δ° || 12 (et p. 53. 2) αὐτῷ α(θ) | ἐχρύσωτο R (bie) BMN Apost. (sic) || 13 ὁ Μύδας Apost.)

53
τῆς εὐχῆς, καὶ εὔχεται Σατύρῳ μὲν οὐκέτι, θεοῖς δὲ καὶ θεαῖς. ἐλθεῖν αὐτῷ τὴν ἀρχαίαν πενίαν, τὴν εὔφορον ἐκείνην καὶ πάμφορον καὶ καρποτρόφον, τὸν δὲ χρυσὸν ἀπελθεῖν εἰς ἐχθρῶν κεφαλάς.

Ὁ μὲν ταῦτα εὔχετο ποτνιώμενος, ἐτελεῖτο δὲ οὐδὲν μᾶλλον.

Ἐπαινῶ τὸν μῦθον τῆς χάριτος καὶ τῆς πρὸς τ᾿ ἀληθὲς ὁδοῦ. Τί γὰρ δὴ ἄλλο αἰνίττεται, ἢ ἀνοήτου ἀνδρὸς εὐχὴν ἐπʼ οὐδενὶ χρηστῷ, εὐχομένου μέν, ἵνα τύχῃ,

μεταγιγνώσκοντος δέ, ἐπειδὰν τύχῃ; Τὴν δὲ θήραν τοῦ Σατύρου, καὶ τὰ δεσμά, καὶ τὸν οἶνον ᾐνίξατο ὁ μῦθος· ὅτι οἱ μὲν ἀπατήσαντες, οἱ δὲ καὶ βιασάμενοι τυχόντες ὧν ἐπεθύμουν, οὐχ ὧν εὔξαντο, ἀνατιθέασιν [*](35b)θεοῖς τὴν δωρεάν, οὐ παῤ ἐκείνων λα|βόντες· οὐδὲν γὰρ τῶν μὴ καλῶν δίδωσιν θεός, ἀλλʼ ἐστὶν ταῦτα δωρεὰ τύχης, ἄλογος ἀλόγου, οἷαι καὶ παρὰ τῶν μεθυόντων φιλοσοφρύναι.