Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Κάλει τὸν μὲν Δία νοῦν πρεσβύτατον καὶ ἀρχικώτατον, πάντα ἕπεται καὶ πειθαρχεῖ· τὴν δὲ Ἀθηνᾶν, φρόνησιν· τὸν δὲ Ἀπόλλω, ἥλιον· τὸν δὲ Ποσειδῶ, πνεῦμα διὰ γῆς καὶ θαλάττης ἰόν, οἰκονομοῦν αὐτῶν τὴν στάσιν καὶ τὴν ἁρμονίαν.

Κἂν ἐπὶ τὰ ἄλλα ἴῃς, εὑρήσεις πάντα μεστά, παρὰ μὲν τοῖς ποιηταῖς ὀνομάτων, παρὰ δὲ τοῖς φιλοσόφοις λόγων. Τὰ δὲ Ἐπικούρου τίνι μύθων εἰκάσω; τίς οὕτω ποιητὴς ἀργὸς καὶ ἐκλελυμένος καὶ θεῶν ἄπειρος; Τὸ ἀθάνατον οὔτε αὐτὸ πράγματα ἔχει, οὔτε ἄλλῳ παρέχει (Epicur. κυρ. δόξ. l Usener 71).

Τίς μοι γένηται τοιοῦτος μῦθος; πῶς ἀναπλάσω τὸν Δία; τί δρῶντα, καὶ τί βουλευόμενον, καὶ ποίαις ἡδοναῖς συνόντα;

Πίνει μὲν καὶ παῤ Ὁμήρῳ ὁ Ζεύς, ἀλλὰ [*](1 ὀνόματα sq. spectant ad divinorum nomoinum inter- pretationem stoicam ψυχικῶς πραγματικῶς στοιχειακῶς institu- tam cf. anonym. ap. Westerm. mythogr. 327 || 3 Δία νοῦν cf. Epict. diss lI 8. 2 Ps. Plut. vit. Hom. 114 || 4 Ἀθηνᾶν φρόνησιν cf. Philod. de piet. Ps. Plut. vit. Hom. 102 Apul. deo Socr. 2 Plut. amat. 12 Themist. 13. 166d lulian. 4. 149c Philo. prov. II 141 Lucian. Char. 12 || 5 Ἀπόλλω ἥλιον cf. Orig. c. Cels. IV 196 Plut. Ei. ap. Delph. 21. Ps. Plut. vit. Hom. 102 Dio Chrys. 31. 1 lulian. 4. 149c Cicer. nat. deor. II 27. 68 Heracl. all. Hom. 6 vi. etiam or. 22. 7g | Ποσειδῶ πνεῦμα cf. Philod. de piet. Ps. Plut. vit. Hom. 102 Cicer. nat. deor. l 15. 40 (Chrysippi) et ita χορηγήσας τοῖς Στωικοῖς iam Xenocr. ap. Stob. ecl. I 36 Krische Forschgn. 323) [*](2 κάλει — 7 ἁρμονίαν p) [*](1 μεταβάλῃς φα(δ∠) sed vi. supra ad p. 45. 17 || 5 Ποσειδῶνα p || 6 στάσιν] κρᾶσιν Markl. τάσιν Reiske improb. Rohdich || 6. 7 καὶ ἁρμονίαν nescio unde ∠° || 10 μύθῳ MNφα(θ) || 11 οὕτως B || 12 τὸ ἀθάνατον] τὸ μακάριον καὶ ἄφθαρτον Epicurus || 15 καὶ ποίαις — 16 ὁ Ζεὺς om. B)

51
καὶ δημηγορεῖ, καὶ βουλεύεται, ὡς ἡ τῶν περὶ τὴν Ἀσίαν πραγμάτων χορηγία διὰ βασιλέως ῥεῖ, καὶ ἡ τῶν Ἑλληνικῶν πραγμάτων χορηγία ἐκ τῆς Ἀθηναίων ἐκκλησίας ῥεῖ· βουλεύεται γὰρ ὑπὲρ μὲν||τῆς Ἀσίας ὁ μέγας [*](Ed. Duebn. p.39) βασιλεύς, περὶ δὲ τῆς Ἑλλάδος ὁ Ἀθηναίων δῆμος· βουλεύεται καὶ περὶ νεὼς κυβερνήτης, καὶ περὶ στρατοπέδου στρατηγός, καὶ περὶ πόλεως νομοθέτης·

καὶ ἵνα σωθῇ ναῦς, καὶ στρατόπεδον, καὶ γῆ, καὶ οἶκος, πράγματα μὲν ὁ κυβερνήτης ἔχει, πράγματα δὲ ἔχει ὁ στρατηγός, πράγματα δὲ ὁ νομοθέτης· ὑπὲρ δὲ οὐρανοῦ καὶ γῆς καὶ θαλάττης καὶ τῶν ἄλλων μερῶν, τίς, ὦ Ἐπίκουρε, βουλεύεται; τίς κυβερνήτης; τίς στρατηγός;

τίς νομοθέτης; τίς γεωργός; τίς οἰκονόμος; Ἀλλʼ οὐδὲ ὁ Σαρδανάπαλλος ἀπράγμων ἦν, ἀλλʼ ἐντὸς θυρῶν κατακεκλεισμένος, ἐπὶ σφυρηλάτου κλίνης κείμενος ἐν [*](35a)γυναικῶν χορῷ, ἐβου|λεύετο ὅμως, πῶς σωθῇ Νῖνος, καὶ πῶς Ἀσσύριοι εὐδαιμονῶσιν· σοὶ δὲ ἡ Διὸς ἡδονὴ καὶ τῆς Σαρδαναπάλλου ἐκείνου ἀργοτέρα;

Ὤ μύθων ἀπίστων, καὶ μηδεμιᾷ ποιητικῇ ἁρμονίᾳ πρεπόντων.

[*](15. 16 ἐν γυναικῶν χορῷ vi. or. 30. 5d cf. Plut. fort. Alex. II 3 Dio Chrys. 62. 5)[*](2. 3 ἡ τῶν Ἑλληνικῶν (quibus praemissa sunt verba ταῦτα ποιηταὶ καὶ φιλόσοφοι λέγουσιν e p. 49. 19 sq. oriunda) — 5 δῆ- μος p (omissis verbis 4 ὑπὲρ μὲν — 5 βασιλεὺς))[*](2 〈διὰ〉 βασιλέως Hob. ἐκ βασιλέως α(δΔ) | ῥεῖ („fit“)] κυρεῖ Schenkl | καὶ ἡ τῶν — 4 ῥεῖ om. MNφ || 3 Ἑλληνικῶν] Ἀθη- ναίων α(δ) || 7 νομοθέτης, 〈καὶ περὶ γῆς γεωργός, καὶ περὶ οἴκου οἰκονόμος·〉 καὶ Markl. || 8 στρατόπεδον 〈καὶ πόλις〉 καὶ Markl. || 10 νομοθέτης 〈καὶ ὁ γεωργὸς καὶ ὁ οἰκονόμος·〉 ὑπὲρ Markl. || 14 Σαρδανάπαλος ϛ(δ) semper | θυρίων α(δ) μύρων BH || 15 χρυ- σηλάτου Valkenaer (diatr. p. 281) || 17 Ἀσσύριοι (υ in ras.) R!)