Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Χειμὼν οὗτος· ἀντέχεται· θέρος τοῦτο· ἀναψύχει· πληρωθὲν μὲν κενώσεως, κενωθὲν δὲ πλησμονῆς ὀρεγόμενον· Εὐρίπου καὶ ἀμπώτεως δίκην, μηδέποτε ἑστός, μηδέποτε ἀτρεμοῦν, ἀκόρεστον, ἀκατάσχετον, ἀδηφάγον, ἐνδεὲς ἀμπεχόνης, δεόμενον ὑποδημάτων, ἀλειμμάτων, φαρμάκκων, λουτρῶν.

Ἓν σῶμα θεραπεύουσιν χεῖρες πολλαὶ, καὶ τέχναι πολλαί· χιλίας δὲ ἵππους ἱπποφορβὸς εἶς, καὶ τοσαῦτα μῆλα ποιμὴν εἰς, καὶ τοσούτους βοῦς βουφορβὸς εἶς. Καὶ οὐδὲ τὰ τοσαῦτα ἱκανά·

τίς γὰρ [*](2 προιὸν δὲ sq. cf Hippocr. ep 17. 47 ἀκμάζων θρασύς sq. || 7 οὐκ ὄμβρων sq. vi. or 36. 5 e καὶ οὐκ ἀπεδίδρασκεν sq. 10 πληρωθὲν sq. vi simil. or. 36. 2 e πλούτου sq or. 33. 3 e ἀκο- ρεστος sq. ||11 12 Εὐρίπου sq vi. or. 5. 6 b et quae ibi adnotavi || 13.14 ἐνδεὲς ἀμπεχόνης scil quia ἀσκεπὴς est vi. or. 31. 4 f vi. etiam or. 36. 2 a περιβάλλοντες sq. ||15 ἓν σῶμα sq. ut regis Per- sarum vi. or 33. 4 a || 18 οὐδὲ τὰ τοσαῦτα ἱκανά excipiunt enim) [*](11 in mge εὔριπος ἄμπωτις (schol. recent.) R!) [*](18 τίς γὰρ — p. 478. 3 ἀνιστάμενον p) [*](1 μητέρων R μητρῴων cett. (θ) |ὑγρῶν MNα(δ ) λύθρων Markl. |ἰλυῶδες] ὑλῶδες MNα(δ) corr. Heins ||2 ἀνάπλεον MN(Δ0) ||6 ἀχρειότατον Reiske (Duk.) ||9 οὗτος| τοῦτο Heins. 10 ἀμπέχεται φα(δΔ) θέρος οὗτος Steph ἀναψύχεται Markl. 12 ἀμπώσεως nescio unde Δ |ἑστὼς MNα(θ) ||15 λουτρῶν om Δ°)

478
ἀνθρωπίνη μηχανὴ λοιμοῦ προσβολὰς ἀλέξασθαι, ἢ ἀνασχεῖν ὄμβρους ἐξ οὐρανοῦ καταφερομένους, ἢ στῆσαι γῆν σειομένην, ἢ σβέσαι πῦρ ἐκ γῆς ἀνιστάμενον;

Ὁρᾷς τὸν δρόμον, καὶ τὴν διαδοχὴν τῶν κακῶν, καὶ τὴν συνέχειαν τῶν κινδύνων· (σ 130) οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο.

Κἂν ἐπὶ τὴν ψυχὴν ἔλθῃς, κἀκεῖ ὄψει ὄχλον νοσημάτων τῇ ψυχῇ ἐπιχεόμενον· ἐὰν λύπην ἀπώσῃ, φόβος ὑπορρεῖ· ἂν ἀπέλθῃ φόβος, ὀργὴ ἀνίσταται· ἂν παύσεται ὀργή, φθόνος ἔπεισιν· παρὰ πόδας τὰ δυσχερῆ, ἐν γειτόνων τὰ κακά· ἀνοχὴ δὲ ἀκριβὴς οὐδεμία.