Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ὁ δὲ ἕτερος τῶν λόγων οὐχὶ τὸν μὲν ἀριστέα ἐν δειλοῖς στεφανοῖ, τὸν δὲ ἰσχυρὸν ἐν ἀσθενεστάτοις; καὶ τὸ ὅλον ἀνταγωνιστὰς τοῖς ἀρίστοις οὐ δίδωσιν, οὐδὲ ἐλέγχει τὰς ἀρετὰς ἐν τοῖς ὁμοίοις.

Καὶ τοῦ μὲν ὠφελίμου παύομαι, τὸ δὲ δυνατὸν ἤδη σκοπῶ.

Χρυσὸν μὲν τὸν διαφέροντα ἐλέγχει χρυσὸς ἥττων, οὐ μόλιβδος, καὶ ἄργυρον ἄργυρος, καὶ χαλκὸν χαλκός. Καὶ πάντως ἁπλῶς γίγνονται αἱ ἐξετάσεις ἐν τῇ παραβολῇ τοῦ ὁμοίου μὲν κατὰ τὴν οὐσίαν, ἀνομοίου δὲ κατὰ τὴν ὑπεροχήν.

Τὸ δὲ ἀγαθὸν εἰς τὰ κακὰ αὐτὰ ἐμβαλὼν οὕτως ἐξετάζεις· καὶ πῶς οὐ φανεῖταί σοι τὸ σμικρότατον τῶν ἀγαθῶν ἐν

χώρᾳ τοῦ ἀρίστου; Ὡς γὰρ ἐν νυκτὶ φῶς ἐκ πυρὸς τοῦ διʼ ἡμέρας φανέντος ἀκμαιότερον ὑπὸ πολλοῦ τοῦ περικεχυμένου σκότους ἐλεγχόμενον, ἐν δὲ ἡλίῳ τὸ αὐτὸ ἀμυδρὸν καὶ ἀσθενὲς καὶ ἀνταγωνιστὴν ἰσχυρότερον 〈οὐ φέρον〉·

οὕτως ἀμέλει καὶ τὸ ἀγαθὸν τοῖς μὲν κακοῖς συνεξεταζόμενον, καὶ τὸ τυχόν, ἄριστον καὶ μέγιστον καὶ ἐξοχώτατον, ὡς ἐν πολλῷ ζόφῳ μικρὸν ζώπυρον, ἐν πολλῇ νυκτὶ ὀλίγον φῶς· ἐὰν δὲ [*](4 ἀνταγωνιστὰς sq. vi. or. 1. 6 b; 34. 9 a; 38. 7 e || 8 χρυσὸς ἥττων scil. ἐλεγχόμενος vel βασάνῳ vel πυρὶ vi. or. 14. 3 a et or. 11. 2a || 11. 12 τὸ . . ἀγαθὸν εἰς τὰ κακὰ sq. vi. or. 34. 4 d || 14 φῶς ἐκ πυρὸς sq. vi. or. 11. 1 d ἔκπυρον φῶς sq. or. 13. 3 f) [*](7 χρυσὸν — 11 ὑπεροχήν n || 18 τὸ ἀγαθὸν — p. 467. 2 ὄντως p) [*](5 ἀρετὰς (ρε in ras.) R! || 8 ἄργυρος ἄργυρον et 9 χαλκὸς χαλκόν MNα(δ Δ⁰) || 9 πάντων Markl. (Duebn.) | αἱ in ras. R! || 11 οὐσίαννομοίου (suprascr. α) R! | τὸ δὲ RMN εἰ δὲ τὸ cett. (δ Δ⁰) || 12 αὐτὰ⌉ αὐτὸ Markl. || 17 καὶ ἀνταγωνιστὴν πρὸς ἀντα- γωνιστὴν cett. (δ Δ) || 18 〈οὐ φέρον〉 inseruit Hob. || 20 ὡς (pr. man.) om. R! || 21 κἂν (pro ἐν) πολλῇ p)

467
παράσχῃς αὐτῷ πρὸς τὰ ὅμοια δρόμον καὶ ἅμιλλαν, τότε ὄψει τὸ ἄριστον ὄντως· νῦν δὲ συγχεῖς τὴν κρίσιν καὶ ταράττεις.

Οὐχ || ὁρᾷς καὶ τὴν σελήνην, [*](Ed. Duebn. p. 159 ) ἄστρον ἀμφίβιον πρὸς νύκτα καὶ ἡμέραν, ἐν μὲν νυκτὶ λαμπράν, μετὰ δὲ ἡλίου ἀμαυράν; Οὐκοῦν ἐν ἡμέρᾳ ἥλιος κρατεῖ, τὸ ἄριστον καὶ ἀκμαιότατον τῶν ἐν οὐρανῷ [*](141 a)σωμά|των·

ἐν δὲ νυκτὶ σελήνη κρατεῖ, τὸ ἀσθενέστατον. Καὶ τοίνυν καὶ τὸ ἀγαθόν, ἐὰν μὲν εἰς νύκτα καὶ ζόφον καὶ ἀφέγγειαν κακῶν ἐμβάλῃς, κρατεῖ τὸ ἀμαυρότατον· ἐὰν δὲ παραθῇς ἀγαθὰ ἀγαθοῖς, ἀνάγκη κρατεῖν τὰ περιλαμπέστερα.