Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Παύομαι τοῦ δυνατοῦ, καὶ ἐπὶ τὸ ἀληθὲς μέτειμι. Τὸν γὰρ τοῦ ἀνθρώπου βίον ἆρα ἄλλο τι ἡγητέον ἢ διαγωγὴν ζωῆς συγκεκραμένην ἐκ ψυχῆς καὶ σώματος καὶ τύχης; Ἐκ δὲ τῆς τούτων ἁρμονίας κραθέντων καλῶς, ἑκάστου εἰς τὸ ἀκρότατον τῆς ἑαυτοῦ ῥώμης ἀφιγμένου, τὸ ἄθροισμα τοῦτο εὐδαιμονίαν κλητέον· ἀρχούσης μὲν τῆς ψυχῆς, στρατηγοῦ δίκην, ὑπηρετοῦντος δὲ τοῦ σώματος, στρατιώτου δίκην, συνεργούσης δὲ τῆς τύχης, ὅπλων δίκην· ἐξ ὧν ἁπάντων τὸ [*](4 ἄστρον ἀμφίβιον vi. simil. or. 13. 8 b de (avibus et de) vita humana || 6 ἥλιος . . ἀκμαιότατον sq. vi. or. 39. 5 e || 14. 15 δια- γωγὴν ζωῆς συγκεκραμένην ἐκ ψυχῆς καὶ σώματος καὶ τύχης sq. cf. Diog. Laert. lI 94 τὴν εὐδαιμονίαν ὅλως ἀδύνατον εἶναι· τὸ μὲν γὰρ σῶμα πολλῶν ἀναπεπλῆσθαι παθημάτων, τὴν δὲ ψυχὴν συμπαθεῖν τῷ σώματι καὶ ταράττεσθαι· τὴν δὲ τύχην πολλὰ τῶν κατʼ ἐλπίδα κωλύειν vi. etiam or. 13. 7 b || 15 τούτων ἁρμονίας sq. vi. simil. or. 27. 7 b || 17 εὐδαιμονίαν vel ἐλευθερίαν vi. or. 27. 7 b || 18 στρατηγοῦ . . . στρατιώτου . . . ὅπλων δίκην vi. simil. or. 13. 4 d) [*](15 in mge τύχη (schol. recent) R!) [*](1 πρὸς in ras. R! || 2.3 κρίσιν RH τάξιν cett. (δ) ἐξέτασιν Markl. || 4 ἐν μὲν νυκτὶ R ἐν τῇ νυκτὶ H om. cett. (δ) || 9 καλῶν MN || 10 ἀγαθὰ om. Ϛ (δ) || 13 ἄρα MN || 14 συγκεκραμένης Reiske )

468
νικᾶν ἔρχεται.

Ἐὰν δὲ ἀφέλῃς τὴν τύχην, τὸν στρατιώτην ἐξοπλίζεις· κἂν τὸν στρατιώτην ἀφέλῃς, ἀποχειροτονεῖς τὸν στρατηγόν·

τιμιώτερον δὲ καὶ στρατιώτης ὅπλων, καὶ στρατιώτου στρατηγός. Ἐὰν δὲ δυοῖν θάτερον, ἢ τὸν στρατηγὸν τιμῶν τὰ λοιπὰ ἀτιμάσῃς, τί χρήσεται ὁ στρατηγὸς τῇ τέχνῃ; ἢ καὶ ταῦτα εἰσάγων ἰσοτιμίαν νέμῃς, τί χρήσεται τέχνη τῷ στρατηγῷ;

Ἀρχέτω ψυχή, στρατευέτω τὸ σῶμα, συναγωνιζέσθω ἡ τύχη· πάντα ἐπαινῶ, πάντα δέχομαι· ἀλλὰ τὴν ἰσοτιμίαν αὐτῶν ἀφαιρῶ.

Οὐχ ὁρᾷς καὶ τὸν ἐν θαλάττῃ πλοῦν, ἔνθα ὁ μὲν κυβερνήτης ἄρχει, ὡς ψυχὴ σώματος· ἡ δὲ ναῦς ἄρχεται, ὡς ὑπὸ ψυχῆς σῶμα· τὰ δὲ πνεύματα ἐπιρρεῖ, ὡς ταῖς ἀρεταῖς ἡ τύχη; Ἐὰν δὲ χειμὼν ἐπιγένηται, καὶ μένῃ μὲν ἡ ναῦς, μένῃ δὲ ὁ κυβερνήτης, ἐλπὶς σωτηρίας, κἂν οἴχηται ἡ ναῦς ὀρθά, | ἢ κατακλύζεται, διὰ τῆς τέχνης·

ἐὰν δὲ ἀπὸ τοῦ [*](141b) κυβερνήτου ἄρξῃ, καὶ ἐκεῖνον ἀφέλῃς, ἀχρεῖος μὲν ἡ ναῦς κειμένη· ἀχρεῖος δὲ ἡ ἐπιρροὴ τῶν πνευμάτων, [*](g)κἂν φέρῃ.

Καὶ διὰ τοῦτο ἐν μὲν θαλάττῃ καὶ νηῒ καὶ πλῷ τιμιώτατον ὁ κυβερνήτης, καὶ μετὰ τοῦτον ἡ [*](1 ἐὰν δὲ ἀφέλῃς sq. vi. or. 34. 4 f || 8 ἀρχέτω ψυχή sq. vi. simil. or. 27. 7 h || 10. 11 οὐχ ὁρᾷς τὸν . . πλοῦν sq. simil. vi. or. 13. 7 a cf. etiam lambl. ap. Stob. flor. 6. 17 || 11.12 ὡς ψυχὴ σώ- ματος ἄρχει vi. or. 7. 2 a sq.) [*](10 οὐχ ὁρᾷς — 13 τύχη p) [*](1 τὴν (ante τύχην) om. M || 6 τέχνῃ R τύχῃ cett. (δΔ) | ἢ καὶ RMN ἢ κᾂν cett. (δΔ) || 7 τέχνη R τύχη δΔ || 8 〈ἡ〉 ψυχὴ Markl. (Duebn.) || 10 καὶ (ante τὸν) om. MNα(δ) || 13 ὡς om. p || 15 κἂν 〈μὴ〉 οἴχηται Markl. ἐστ᾿ ἂν οἴχηται Meiser || 16 ὀρθή H et ita Heins. σαθρά Meiser sed ὀρθά adverbialiter ut πονήσῃ μακρά p. 395. 8 al. | ἢ] οὐ H et ita Dav.2 Markl. | κατακλύζεται Hob. καταδύσεται codd. α(δ) καταδύσηται Dav.2 καταδύσεσθαι Markl. καταστήσηται Dav.1 || 18 κειμένη R! κἂν μένῃ cett. (δΔ) || 20 〈τὸ〉 τιμιώτατον MNα(δ))

469
ναῦς, καὶ μετὰ ταύτην ἡ ἔξωθεν ἐπικουρία·

ἐν δὲ τῷ τοῦ βίου τούτῳ δρόμῳ τιμιώτατον μὲν ἡ ψυχή, μετὰ δὲ ταύτην τὸ σῶμα, καὶ τρίτον ἡ τύχη· τὰ δὲ τοῦ τιμιωτέρου ἀγαθὰ τῶν ἧττον τιμίων τιμιώτερα.