Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἀλλʼ ἐπεὶ τὸν Ὅμηρον αἰτιᾷ, μεμφόμενον τῷ Γλαύκῳ τῆς ἀμοιβῆς, πότερα καὶ σοὶ ὑπὲρ τοῦ Ὁμήρου ἀπολογητέον,

ἢ Ὁμήρῳ ὑπὲρ τοῦ Γλαύκου; Τούτῳ, νὴ Δία· τιμητέος γάρ μοι καὶ πρὸ τῶν ἄλλων Ὅμηρος εἴη, 〈μή〉 τι γε πρὸ δικαστοῦ σου.

Ὧδὲ τοίνυν ὁ Γλαῦκος λέγει· Ἑἰ μέν τι, ὦ Ὅμηρε, ἢ ἔλαττον ἦν ἀγαθὸν ἀγαθοῦ, ἢ ἔλαττον μείζονος, εἰκότως ἄρα σοι εἶχεν αἰτίαν ὁ Ζεύς, ὡς τὰς φρένας μοι λυμαινόμενος· ἐν δὲ χρυσοῦ καὶ χαλκοῦ ἀλλαγῇ μήπω πάνυ αἰτιάσῃ μήτε τὸν Δία, μήτε ἐμέ· οὐδὲν γὰρ οὔτε τῷ λαβόντι χρυσὸς πλέον, οὔτε τῷ ἀλλαξαμένῳ ὁ χαλκὸς ἔλαττον· ἀλλὰ ἀμφοτέροις καλῶς ἔχει ἑκάτερα, ἐν τῷ ἀνίσῳ τῆς ὕλης ἰσοστασίῳ τῇ γνώμῃ δοθέντα.ʼ [*](9 πρὸ δικαστοῦ σου vi. simil. or. 23. 2 c || 17 ἰσοστασίῳ τῇ γνώμῃ vi. or. 35. 3 a vi. etiam or. 12. 4 a (de iniuria κατὰ τὴν γνώμην τοῦ δράσαντος metienda) et or. 4. 7 c similiter etiam infra § IIl a sq.) [*](Codices RMN α (= Stephanus) φ (= Paccius) ; H (teste Davisio)) [*](1 Μ΄ R! || 3 in mge λδ΄ R! | εἰ ἔστιν — 4 ἐστίν R ὅτι ἔστιν ἀγαθὸν ἀγαθοῦ μεῖζον N add. λόγος κδʹ φα τοῦ αὐτοῦ ὅτι — μεῖζον M || 5 ἐπὶ R! | αἰτία R || 6 καὶ σοὶ] κᾀμοὶ Reiske 7 τοῦτο α(δ) || 8. 9 εἴη, 〈μή〉 τι Hob. ἦν τί codd. ἦν, μή τι φα(δ) μή τι ∠ || 10 μέν τι] μέντοι α(δ) |ἢ (ante ἔλαττον) del φα(δ ∠ praeter Dav.2) | ἀγαθοῦ (ου in ras. ex ον) R! || 11 ἢ] ἦν Reiske (Duebn .) || 12 λυμηνάμενος Markl. || 16 ἑκάτερα] ἀμφό- τερα Reiske || 17 ἰσοστασίᾳ Vulgo legi falso adnotat Duebn. ἰσοσ- τάσια Reiske (Duebn.) τῆς γνώμης Toupius (Emendat. III 387) )

461
Καὶ ὁ μὲν Γλαῦκος ἡμῖν ἀπίτω ἐκποδών·

ἡκέτω δὲ ὁ Ὀδυσσεὺς ὁ τούτου σοφώτερος, ἀποδειξόμενος ἡμῖν τὴν αὐτοῦ γνώμην, ἤν περὶ ἀγαθῶν κτήσεως ἔχει.

Ἦ γὰρ οὐχ οὗτός ἐστιν ὁ μακαρίζων μὲν τὸν Ἀλκίνου οἶκον τῆς εὐφροσύνης καὶ τῆς ῲδῆς, συνευχόμενος δὲ τῇ Ναυσικᾷ ὁμόφρονα αὐτῇ ξυστῆναι γάμον, εὐδαιμονίζων

δʼ αὗ τῆς ἀθανασίας τὴν Καλυψώ; Οἶμαι δὲ αὐτόν, εἰ καὶ παρʼ ἄλλον τινα ἀφίκετο τῶν οὐ κατʼ ᾠδὴν καὶ κατὰ δαῖτα εὐδαιμόνων, οὐδὲ τῶν μακαρίων κατὰ ἁρμονίαν γάμου, ἀλλὰ τὰ ἔτι τούτων μείζονα ἀγαθὰ κεκτημένων, εἰπεῖν ἂν καὶ περὶ ἐκείνων τὰ εἰκότα.

Ἐπεὶ δὲ καὶ τὸ κάλλος μοι προφέρεις, ὡς ἐν μέτρῳ ἑνὶ τὴν χώραν ἔχον, φέρε καὶ περὶ τούτου σοι βραχέα ἄττα ἀποκρίνωμαι.

Δοκεῖς γάρ μοι, γενόμενος ἐν χῶρᾳ τοῦ Τρωῖκοῦ ποιμένος, ἀφικομένου παρὰ σὲ [*](139 a) Ἑρ\ μοῦ πομπῇ Διός, ἄγοντος θεὰς τρεῖς πρὸς δικαστήν γε, προστάττοντος βραβεῦσαι περὶ κάλλους αὐταῖς, ἡσθεὶς τῇ Ἀφροδίτῃ, καθάπερ ἐκεῖνος, καταδικάσαι ἂν αἶσχος τῆς Ἥρας καὶ τῆς Ἀθηνᾶς· εἰ γὰρ ἕν μὲν τὸ ἐν κάλλει καλόν, κρατῇ δὲ ἐν ἀγῶνι τριῶν μία, ἀνάγκη τὰς ἡττωμένας αἰσχρῶς ἔχειν.||