Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Τοῦτο τοίνυν οἱ ποιηταὶ κατανοήσαντες, ἐξεῦρον ἐπʼ αὐτῇ μηχανὴν ἐν τοῖς θείοις λόγοις, μύθους λόγου μὲν ἀφανεστέρους, αἰνίγματος δὲ σαφεστέρους, διὰ μέσου ὄντας ἐπιστήμης πρὸς ἄγνοιαν· κατὰ μὲν τὸ ἡδὺ πιστευομένους, κατὰ δὲ τὸ παράδοξον ἀπιστουμένους· καὶ χειραγωγοῦντας τὴν ψυχὴν ἐπὶ τὸ ζητεῖν τὰ ὄντα, καὶ διερευνᾶσθαι περαιτέρω.

Ἔλαθον μέχρι πλείστου οἱ ἄνδρες οὗτοι, ἐπιβουλεύσαντες ἡμῶν ταῖς ἀκοαῖς, φιλόσοφοι μὲν ὄντες, | ποιηταὶ δὲ καλούμενοι, ἀλλα.

[*](33b)

ξάμενοι χρήματος ἐπιφθόνου δημοτερπῆ τέχνην. Ὁ μὲν γὰρ φιλόσοφος βαρὺ καὶ πρόσαντες τοῖς πολλοῖς ἄκουσμα, ὡς ἐν πένησιν ὁ πλούσιος θέαμα βαρύ, καὶ [*](1 ἱδρύματα sq. simili imagine eandem rem illustrat The- mist 34. 4 || 9 οἱ ποιηταὶ sq. vi. or. 37 1b et supra p. 43 1b cf. Iulian. V 170a Ps. Plut. vit, Hom. 92 Plut. aud. poet. 14 Themist. 34. 5 Strabo. l 19 Philostr. ep. 35 || 19 φιλόσοφος sq cf. Seneca ep. l 5. 2 Plat. Prot 316d) [*](3 θρασεῖα — 8 ἔργον n || 15 ἔλαθον — 18 τέχνην p || 18. 19 ὁ μὲν γὰρ — p. 47. 2 καλλωπιζομένας n) [*](1 ἑτέρω] ἐπισημοτέρῳ Orelli | περιέβαλον (pr man.) R|| 2 τελέσται R || 2. 3 τὰ πρῶτα Hob. (vi or 40. 4a praef. cap. lII1) τα R τούτοις HB om MNφα(δ) ταύτῃ Dav.2 (Duebn.) ἑπτὰ Schenkl || 4 τὸ μὲν Markl || 5 ἀπόντος (ον in ras.) R! || 10 λόγων α(δ) || 14 τὰ ἐνόντα Markl. || 15 ἔπαθον M ἔτυχον Νφα(δ) || 20 ὡς] καὶ B)

47
ἐν ἀκολάστοις ὁ σώφρων, καὶ ἐν δειλοῖς ἀριστεύς· οὐ γὰρ ἀνέχονται αἱ πονηρίαι τὰς ἀρετὰς ἐν αὐταῖς καλλωπιζομένας· ὁ δὲ ποιητὴς ἄκουσμα ἁβρὸν καὶ δήμῳ φίλον, ἀγαπώμενον μὲν καθʼ ἡδονήν, ἀγνοούμενον δὲ κατὰ τὴν ἀρετήν.

Καθάπερ δὲ οἱ ἰατροὶ τοῖς κακοσίτοις τῶν καμνόντων τὰ πικρὰ τῶν φαρμάκων ἀναδεύσαντες προσηνεῖ τροφῇ ἀπέκρυψαν τὴν τοῦ ὠφελοῦντος ἀηδίαν, οὕτως καὶ ἡ παλαιὰ φιλοσοφία καταθεμένη τὴν αὑτῆς γνώμην εἰς μύθους καὶ μέτρα καὶ σχῆμα ᾠδῆς, ἔλαθεν τῇ περιβολῇ τῆς ψυχαγωγίας, κεράσασα τὴν ἀηδίαν τῶν διδαγμάτων.

Μὴ τοίνυν ἔρῃ, πότεροι κρεῖττον περὶ θεῶν διειλήφασιν, ποιηταὶ ἢ φιλόσοφοι· ἀλλὰ σπονδὰς καὶ ἐκεχειρίαν τοῖς ἐπιτηδεύμασιν ποιησάμενος, ὡς περὶ μιᾶς καὶ ὁμοφώνου τέχνης σκόπει· κἂν γὰρ ποιητὴν καλῇς, φιλόσοφον λέγεις, καὶ ἂν φιλόσοφον καλῇς, ποιητὴν λέγεις.

Καὶ γὰρ ἀριστεῖς καλεῖς, ὁμοίως μὲν τὸν Ἀχιλλέα μετὰ χρυσῆς καὶ ποιητικῆς ἀσπίδος στρατευόμενον, ὁμοίως [*](5 οἱ ἰατροὶ sq. vi. or. 25. 5g καί τις sq. cf. lulian. 8. 243d Simpl. in Epict. man. 33. 12 simil etiam Xenoph. mem. IV 2 77 || 13 σπονδὰς ἐκεχειρίαν vi. or. 35. 7d || 17 Ἀχιλλέα . . . Αἴαντα vi. or. 40. 2e et g) [*](5 καθάπερ — 11 διδαγμάτων p) [*](1 ὁ ἀριστεύς Markl. sed vi. p.40. 12 || 2 αὑταῖς α(θ) αὐτοῖς n | καλλωπιζομένας (ω in ras.) R! || 5 κακοσίτοις] νοσήμασι B || 7 προ- σηνεῖ cui verbo in archetypo nonnullorum codd. glossema γλυ- κερᾷ in mge erat adscriptum; unde mira lectionum perturbaio exorta est; habet enim πικρὰ (vers. 6), in mge γλυκά (i. e. γλυ- κερά) M ἡ γλυκερὰ παλαιὰ (vers 8) N γλυκερᾷ τροφῇ (neglecto προσηνεῖ) φα(δ); glossema (quod recte intellerit Dav.2) illud esse negans de duplici Maximi editione cogitat Markl. || 8 οὕτως B (cum R) || 10 τῆς om. α(δ) || 14 ποιησάμενος] σπεισάμενος Markl. | ὁμοφάνου M ὁφάνου α corr Steph. || 16 καὶ ἂν R κἂν cett. (δ∠) || 18 ποιητικῆς] ποικίλλης Markl.)

48
δὲ καὶ τὸν Αἴαντα, κἂν ἐκ βύρσης φέρῃ σάκος· ἀμφότερα δὲ ἀριστευτικὰ καὶ ἐκπληκτικὰ ὁμοίως ἡ ἀρετὴ ποιεῖ, καὶ οὐδὲν ἐνταῦθα ὁ χρυσὸς πρὸς τὴν βύρσαν.

Εἴκαζε δὴ κἀνταῦθα τὰ μὲν μέτρα καὶ τὴν ᾠδὴν χρυσῷ, τὸν δὲ ψιλὸν λόγον ὕλῃ δημοτικῇ· σκόπει δὲ μήτε τὸν χρυσόν, μήτε τὴν βύρσαν, ἀλλὰ τὴν ἀρετὴν τοῦ χρωμένου.

Ἀληθῆ λεγέτω, κἂν ποιητὴς λέγῃ, κἂν μῦθον λέγῃ, κἂν ᾄδων λέγῃ, ἕψομαι τοῖς αἰνίγμασιν, καὶ | διερευνήσομαι τὸν μῦθον, καὶ οὐκ ἐκστήσει με [*](34a) [*](Ed. Duebn p. 38)ἡ || ᾠδή· ἀληθῆ λεγέτω, κἂν ψιλῶς λέγῃ, δέξομαι καὶ ἀγαπήσω τὴν ῥᾳστώνην τῶν ἀκουσμάτων· ἐὰν δὲ ἀφέλῃς ἑκατέρου τὸ ἀληθές, καὶ τοῦ ποιητοῦ καὶ τοῦ φιλοσόφου, ἄμουσον μὲν τὴν ᾠδὴν ποιεῖς, μῦθον δὲ τὸν λόγον· ἄνευ δὲ τοῦ ἀληθοῦς μήτε μύθῳ ποιητοῦ διαπιστεύσῃς τὸ πάμπαν, μήτε φιλοσόφου λόγῳ.