Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Πάντα μεστὰ αἰνιγμάτων, καὶ παρὰ ποιηταῖς, καὶ παρὰ φιλοσόφοις· ὧν ἐγὼ τὴν πρὸς τὸ ἀληθὲς αἰδὼ ἀγαπῶ μᾶλλον, ἢ τὴν παρρησίαν τῶν νεωτέρων· πραγμάτων γὰρ ὑπʼ ἀνθρωπίνης ἀσθενείας οὐ καθορωμένων σαφῶς, εὐσχημονέστερος ἑρμηνεὺς ὁ μῦθος.

Ἐγὼ δὲ || εἰ μέν τι πλέον ἐθεάσαντο τῶν προτέρων [*](Ed. Duebn. p. 37) οἱ ἔπειτα. μακαρίζω τοὺς ἄνδρας τῆς θέας· εἰ δὲ μηδενὶ πλεονεκτοῦντες κατὰ τὴν γνῶσιν, μετέλαβον αὐτῶν τὰ αἰνίγματα εἰς μύθους σαφεῖς, δέδια μή τις αὐτῶν ἐπιλάβηται ὡς ἐξαγορευόντων ἀπορρήτους λόγους.

Τί γὰρ ἂν ἄλλο εἴη μύθου χρεία; λόγος περισκεπὴς [*](2 ποταμῶν sq cf. Plat. Phaed. 111d || 3 Κλωθὼ vi. or. 5. 5e cf. Plat. republ. X 617c || 4 ἀτράκτῳ scil. ἀνάγκης cf. Plat re- publ. X 616c sq. Lucian. Iup. conf. 1 (627) || 5 Συρίου i. e. Phe- recydis cf. Diels Vorsocr. 507 sq. Orig. c. Cels VI 303 || 8 Ἡρά- κλειτον cf. Bernays Heracl. Briefe 39 Diels Vorsocr. 75 || 10 πάντα μεστὰ ut or. 4. 9a; 6. 5l; 23. 6b; 26 2g; 27. 9a; 35. 3b; al. || 13 ἀσθενείας sq. vi. supra p. 20. 5 et quae ibi adnotavi) [*](4 ἑλιττομένῳ om. MNφα(δ) || 5 in mge ΛΒ΄ (num. quater- nionis) R! | καὶ τὸν Ζῆνα MNφα(θ) || 8 τὸ Ἡρακλείτου (vel τὸ Ἡρακλείτειον) Reiske || 9 θεοὶ (alt.)] ἄνθρωποι H (sec. man.) et ita Heins. (δ∠) || 11 παρὰ om. MNα(δ) || 17 μετέλαβον RB μετέβαλον cett. (δ∠) sed vi. or. 7. 7a etiam p. 50. 1 al. || 20 χρεία ἢ λόγος Ϛ(δ∠))

46
ἑτέρῳ κόσμῳ, καθάπερ τὰ ἱδρύματα, οἷς περιέβαλλον οἱ τελεσταὶ χρυσὸν καὶ ἄργυρον καὶ πέπλους, τὰ πρῶτα ἀποσεμνύνοντες αὐτῶν τὴν προσδοκίαν.

Θρασεῖα γὰρ οὖσα ἡ ἀνθρωπίνη ψυχή, τὰ μὲν ἐν ποσὶν ἧσσον τιμᾷ, τοῦ δὲ ἀπόντος θαυμαστικῶς ἔχει· καταμαντευομένη δὲ τῶν οὐχ ὁρωμένων καὶ θηρεύουσα ταῦτα τοῖς λογισμοῖς, μὴ τυχοῦσα μὲν σπεύδει ἀνευρεῖν, τυχοῦσα δὲ ἀγαπᾶ ὡς ἑαυτῆς ἔργον.

Τοῦτο τοίνυν οἱ ποιηταὶ κατανοήσαντες, ἐξεῦρον ἐπʼ αὐτῇ μηχανὴν ἐν τοῖς θείοις λόγοις, μύθους λόγου μὲν ἀφανεστέρους, αἰνίγματος δὲ σαφεστέρους, διὰ μέσου ὄντας ἐπιστήμης πρὸς ἄγνοιαν· κατὰ μὲν τὸ ἡδὺ πιστευομένους, κατὰ δὲ τὸ παράδοξον ἀπιστουμένους· καὶ χειραγωγοῦντας τὴν ψυχὴν ἐπὶ τὸ ζητεῖν τὰ ὄντα, καὶ διερευνᾶσθαι περαιτέρω.

Ἔλαθον μέχρι πλείστου οἱ ἄνδρες οὗτοι, ἐπιβουλεύσαντες ἡμῶν ταῖς ἀκοαῖς, φιλόσοφοι μὲν ὄντες, | ποιηταὶ δὲ καλούμενοι, ἀλλα.

[*](33b)

ξάμενοι χρήματος ἐπιφθόνου δημοτερπῆ τέχνην. Ὁ μὲν γὰρ φιλόσοφος βαρὺ καὶ πρόσαντες τοῖς πολλοῖς ἄκουσμα, ὡς ἐν πένησιν ὁ πλούσιος θέαμα βαρύ, καὶ [*](1 ἱδρύματα sq. simili imagine eandem rem illustrat The- mist 34. 4 || 9 οἱ ποιηταὶ sq. vi. or. 37 1b et supra p. 43 1b cf. Iulian. V 170a Ps. Plut. vit, Hom. 92 Plut. aud. poet. 14 Themist. 34. 5 Strabo. l 19 Philostr. ep. 35 || 19 φιλόσοφος sq cf. Seneca ep. l 5. 2 Plat. Prot 316d) [*](3 θρασεῖα — 8 ἔργον n || 15 ἔλαθον — 18 τέχνην p || 18. 19 ὁ μὲν γὰρ — p. 47. 2 καλλωπιζομένας n) [*](1 ἑτέρω] ἐπισημοτέρῳ Orelli | περιέβαλον (pr man.) R|| 2 τελέσται R || 2. 3 τὰ πρῶτα Hob. (vi or 40. 4a praef. cap. lII1) τα R τούτοις HB om MNφα(δ) ταύτῃ Dav.2 (Duebn.) ἑπτὰ Schenkl || 4 τὸ μὲν Markl || 5 ἀπόντος (ον in ras.) R! || 10 λόγων α(δ) || 14 τὰ ἐνόντα Markl. || 15 ἔπαθον M ἔτυχον Νφα(δ) || 20 ὡς] καὶ B)

47
ἐν ἀκολάστοις ὁ σώφρων, καὶ ἐν δειλοῖς ἀριστεύς· οὐ γὰρ ἀνέχονται αἱ πονηρίαι τὰς ἀρετὰς ἐν αὐταῖς καλλωπιζομένας· ὁ δὲ ποιητὴς ἄκουσμα ἁβρὸν καὶ δήμῳ φίλον, ἀγαπώμενον μὲν καθʼ ἡδονήν, ἀγνοούμενον δὲ κατὰ τὴν ἀρετήν.

Καθάπερ δὲ οἱ ἰατροὶ τοῖς κακοσίτοις τῶν καμνόντων τὰ πικρὰ τῶν φαρμάκων ἀναδεύσαντες προσηνεῖ τροφῇ ἀπέκρυψαν τὴν τοῦ ὠφελοῦντος ἀηδίαν, οὕτως καὶ ἡ παλαιὰ φιλοσοφία καταθεμένη τὴν αὑτῆς γνώμην εἰς μύθους καὶ μέτρα καὶ σχῆμα ᾠδῆς, ἔλαθεν τῇ περιβολῇ τῆς ψυχαγωγίας, κεράσασα τὴν ἀηδίαν τῶν διδαγμάτων.