Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

καὶ ἐν τριήρει ὁ μὲν αὐλὸς ἕν, πολλὴ δὲ ἡ ἀπείθεια·

καὶ ἐν ἄρματι, ἡνιόχου τέχνη, ἓν μὲν τοῦτο, παντοδαπὸν δὲ ἡ ἀτεχνία.

Τί δὲ ἐν φάλαγγι; φυλακὴ συνθήματος· ἓν μὲν τοῦτο, παντοδαπὴ δὲ ἡ ἀναρχία.

Ἐν μὲν οὖν τῇ τοῦ ἑνὸς φύσει ὑπερβολὰς καὶ ἐνδείας οὐχ ὁρῶ· στάσιμος γὰρ αὕτη, καὶ μηδένα ἀνεχομένη δρόμον μήτε εἰς φυγὴν μήτε εἰς δίωξιν· ὅταν δὲ εἰς πλήθους ἀριθμὸν ἐμπέσω, δύναμαι τούτου διαμετρεῖσθαι τὰς φύσεις·

καὶ γὰρ ὁδοῦ μακρᾶς τὸ μὲν τέρμα ἕν, πολλαὶ δὲ αἱ ἀποστάσεις.

Ἐὰν ἐπὶ Βαβυλῶνα ἴῃς, πλησιαίτερος μὲν τοῦ Ἀρμενίου ὁ Ἀσσύριος· καὶ τοῦ Λυδοῦ ὁ Ἀρμένιος, καὶ τοῦ Ἴωνος ὁ Λυδός, καὶ τοῦ νησιώτου ὁ Ἴων· ἀλλʼ οὐδεὶς ἐν Βαβυλῶνι οὔπω, οὐχ ὁ Ἀσσύριος, οὐχ ὁ Ἀρμένιος, οὐχ ὁ Λυδός.

οὐχ ὁ Ἴων, οὐχ ὁ νησιώτης. Κἂν ἐπʼ Ἐλευσῖνα ἴῃς, Πελοπόννησος αὕτη, εἶτα Μέγαρα, εἶτα Ἰσθμός· ἀλλὰ ἀμύητος εἰ, κἂν ἐν Μεγάροις ἦς. ὁμοίως τῷ Πελοποννησίῳ· μέχρι μήπω τῷ ἀνακτόρῳ προσἐλήλυθας, ἀμύητος εἰ.

Νόμιζε δὴ καὶ τὸν βίον ὁδόν [*](10. 11 ὀδοῦ μακρᾶς . . πολλαὶ . . ἀποστάσεις sq. similitudo e stoicorum sententia ficta vel ipsa stoica cf ea quae attulit Ζeller III 1. 249) [*](19 in mge ἀνάκτορον (schol. rec .) R!) [*](6 οὖν om. MN α(δ∠°) || 9 πλῆθος καὶ ἀριθμὸν Markl. πλῆθος ἀριθμῶν Μeiser || 10 τούτου Hob τοῦτο τότε cett. (δ ∠) || 12. 13 (et 13) Ἀρμενίου (Ἀρμένιος) R || 13 καὶ τοῦ Λυδοῦ — 15 ὁ Ἀσσύριος om Η φ | τοῦ Λυδοῦ Dav (Duebn.) τοῦ ἄλλου (peranti- quo errore ΑΛΟV et ΛΔΟV inter se confusis?) codd. (θ) || 13. 14 καὶ τοῦ Ἰωνος — 15 ὁ Ἀρμένιος om. MN α(δ) || 15 Ἀσσύριος (σσ in ras.) R! || 16 ἐπὶ ϛ(δ ∠°) || 17 〈ἡ〉 Πελοπόννησος Reiske Μέγαρα] Ἰσθμός Reiske (Duebn .) || 18 Ἰσθμός] Μέγαρα Reiske (Duebn .))

455
τινα εἶναι μακράν, ἐπʼ Ἐλευσῖνα ἢ Βαβυλῶνα ἄγουσαν, [*](137a) τέρμα τε δὴ τῆς |ὁδοῦ τὰ βασίλεια αὐτὰ καὶ [*](ΜΕ΄) ἀνάκτορα, καὶ τὴν τελετήν· ὑπὸ δὲ πλήθους ὁδοιπόρων μεστὴν τὴν ὁδὸν θεόντων, ὠθιζομένων, καμνόντων, ἀναπαυομένων, κειμένων, ἐκτρεπομένων, πλανωμένων·

πολλαὶ γὰρ αἱ παρατριβαὶ καὶ ἀπατηλαί, ὧν αἱ μὲν πολλαὶ ἐπὶ κρημνοὺς καὶ βάραθρα ἄγουσιν, ἐπὶ τὴν Σειρήνων, αἱ δὲ ἐπὶ τοὺς Λωτοφάγους, αἱ δὲ ἐπὶ τὸν Κιμμερίων δῆμον·