Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

καὶ ἐν κτήσει θρεμμάτων πολυκτεανώτερος τοῦ Πολυφήμου ἦν ὁ Δάρδανος, [*](( ψ 221 ))

  • τοῦ τρισχίλιοι ἵπποι ἔλος καταβουκολέοντο.
  • Ἀλλʼ ἐπειδάν τις τὰς χρείας παρωσάμενος ἀντεξετάζῃ αὐταῖς τὰ ἀγαθά, εὕροι ἄν, οἶμαι, ταύτας μὲν καιρῷ, καὶ νόμῳ, καὶ ἡδοναῖς, καὶ ἔθεσιν, καὶ τύχαις, ἄνω καὶ κάτω εἰς τιμὴν καὶ ἀτιμίαν μεταβαλλομένας

    τὸ δὲ ἀγαθὸν ἑδραῖον, βέβαιον, ἀκλινές, ἰσόρροπον, κοινόν, ἀνέμητον, ἄφθονον, ἀνενδεές, μήτε αὔξησιν χωροῦν, μήτε ἐνδείας ἀνεχόμενον·

    τό, τε γὰρ αὐξόμενον προσθήκῃ αὔξεται·

    ἀλλʼ εἰ μὲν ἀγαθὸν ἀγαθῷ προσελήλυθεν, οὐδὲν μᾶλλον ἢ προσθήκῃ νόει ἀγαθὸν τὸ ἀγαθόν, ἦν γὰρ ἀγαθὸν καὶ πρότερον·

    εἰ δὲ οὐκ ἀγαθὸν ἦν τὸ προσελθὸν εἰς αὔξησιν, δεινὸν λέγεις, εἰ ἔσταί τι ἀγαθὸν μεῖζον προσθήκῃ κακοῦ·

    τό, τε ἐνδεὲς ἐλλείψει ἐνδεές· ἀλλʼ εἰ μὲν τοῦ ἀγαθοῦ ἀπουσίᾳ ἐνδεῖ τὸ ἀγαθόν, οὐκ ἦν ἀγαθόν, ὁπότε ἐνέδει· εἰ δὲ ἑτέρῳ ἐνδεῖ, καὶ μὴ τῷ ἀγαθῷ, οὐ λυπεῖ τὸ ἀγαθὸν ἡ ἔλλειψις.

    [*](5. 6 καιρῷ . . νόμῳ . . τύχαις sq. vi. simil. or. 5. 4 a; 10. 7 e 7. 8 τὸ . . ἀγαθὸν ἑδραῖον, βεβαιον vi. or. 31.1 a vers finem et c εἰ γὰρ sq. || 9 ἀνέμητον, ἄφθονον, ἀνενδεές ═ or 29. 7 g τὸ δὲ ἀγαθὸν sq. | μήτε αὔξησιν χωροῦν sq. cf Archyt. ap. Stob. flor. 1. 79 Diog. Laert. VII 101 δοκεῖ δὲ πάντα τὰ ἀγαθὰ ἴσα εἶναι καὶ πᾶν ἀγαθὸν ἐπʼ ἄκρου αἱρετὸν καὶ μήτε ἄνεσιν μήτε ἐπίτασιν δέχεσθαι vi etiam infra § IV b or. 38. 6 i et quae ibi adnotavi cf. etiam Cicer. par. 3 Senec. ep. 66)[*](3 τρισχίλιαι Dav. Homerus | ἔλεος N ἕλος α(δ Δ) cum Ho- mero | κάτα βουκολέοντο Duebn. cum Homero κατεβουκολέοντο Duk. || 4 παρωσάμενος 〈μὴ〉 Dav. 〈μὴ〉 παρωσάμενος Markl. 5 αὐτοῖς Heins || 7 εἰς 〈τὴν〉 τιμὴν MNα(δ) om. φ | καὶ ἀτι- μίαν om. φ || 9 ἀνεμέσητον Reiske || 10 τό, τε γὰρ R! MN τό, τε H (Δ0)τὸ γὰρ φ α (δ)corr.Markl. | αὐξανόμενον Ϛ(δ) sed vi. p. 260.13 || 12 μᾶλλον ἢ RMN μᾶλλον τῇ cett. (δΔ) sed sequiorum usu οὐδὲν μᾶλλον ἢ οὐδὲν μᾶλλον 14. 15 εἰ ἔστι τὶ MNα(δ) || 17 τὸ ἀγα- θόν, 〈οὐκ ἦν ἀγαθόν,〉 ὁπότε (man. recent. ) et ita Scaliger (Δ))
    452

    Tί δέ, οὐχὶ καὶ ταύτῃ σκοπεῖς τὸ λεγόμενον; Καλεῖς τι ὑγείαν σώματος; τί δὲ οὐ μέλλεις; καλεῖν δὲ καὶ νόσον; φέρε οὖν διαλαβὼν ἑκάτερον φαθί. Οὐχ ἡ μὲν ὑγεία μέτρον τί ἐστιν τῆς τῶν |σωμάτων εὐαρμοστίας, [*](136 a) ἐπειδὰν ὁμολογήσῃ τῇ πρὸς τὸ ἄριστον κράσει τἀναντία, πρὸς ὕδωρ πῦρ, καὶ γῆ πρὸς ἀέρα, καὶ ἑκάτερον αὖθις αὖ πρὸς ἑκάτερον, καὶ πᾶν τι πᾶσιν;

    Ἔστιν οὖν ὅπως ποικίλον τι σοὶ ἡ ὑγεία ἔσται καὶ παντοδαπόν, οὐχὶ δὲ ἁπλοῦν καὶ ὡμολογημένον; Ἐπειδὰν γὰρ μέτρον εἴπῃς, στάσιν λέγεις· οὐδὲν γὰρ τῶν συμμέτρων μεταχωρεῖν φιλεῖ ἐφʼ ἑκάτερα, ἀλλʼ εἰσὶν αὐτῶν ἀκριβεῖς οἱ ὅροι. δʼ αὖ νόσος τί ἄλλό ἐστιν, ἢ διάλυσις καὶ ταραχὴ τῆς ἐν σώματι ἐκεχειρίας, ἐπειδὰν αὖθις συμπεσόντα ἀλλήλοις τά τε ὥσπερ πόλεως μέρη ἡρμοσμένα πολεμῇ καὶ ταράττῃ, καὶ λυμαίνηται ὑπ᾿ αὐτῶν τὸ σῶμα κλονούμενόν τε καὶ σπαραττόμενον καὶ σειόμενον;