Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Οὐδὲ τοῦ Ὁμήρου ἔγωγε ἀποδέχομαι, τῷ Λυκίῳ Γλαύκῳ μεμφομένου ἀμείβοντι ὅπλα χρυσᾶ πρὸς τὰ τοῦ Διομήδους χαλκᾶ ὄντα καὶ ἐννεαβοίῳ ἑκατομβοίων ἐλαττουμένῳ.

Χρηματιστὴς γὰρ ἂν τοῦτό γε αἰτιάσαιτο ἐν δίκῃ, [*]((θ I62/4)) ἀρχὸς ναυτάων, οἷοί τε πρηκτῆρες ἔασιν, φόρτου τε μνήμων,. κερδέων τε ἁρπαλέων, μή τι γε ἀνὴρ ποιητικὸς καὶ ἀξιῶν μαθητὴς εἶναι τῆς Καλλιόπης, ᾗ μηδὲν θέμις μήτε ἐπαινεῖν τῶν αἰσχρῶν, μήτε ψέγειν τῶν καλῶν.

Εἰκὸς δέ που τὸν Γ λαῦκον, εἴπερ ἦν Ἱππολόχου τοῦ Βελλεροφόντου τοῦ Σκύφου τοῦ Αἰόλου, ἀγαθῶν ἁπάντων, ἐντυχόντα ἀνδρὶ ἐχθρῷ [*](et Socratem et Diogenem cynici fecerunt cf. Epict diss III 22. 56 vi. etiam or 36. 5 a ἐλευθερωθέντα sq) [*](5. 6 τῷ Λυκίῳ λαύκῳ sq. vi. or 35.3 a; etiam or. 32.5 b; 40. 1 a et infra § V f ποῖον sq. || 14 μηδὲν θέμις sq. vi. simil. or. 13.8 d οὐ γὰρ θέμις sq.) [*](Codices RMN α (═ Stephanus) φ (═ Paccius); H (teste Davisio)) [*](1 ΛΘʹ R! || 3 in mge λγʹ R! | εἰ ἔστιν — 4 οὐκ ἔστιν R ὅτι οὐκ ἔστιν ἀγαθὸν ἀγαθοῦ μεῖζον λόγος κγʹ φᾶ τοῦ αὐτοῦ ὅτι οὐκ ἔστιν ἀγαθὸν ἀγαθοῦ μεῖζον MN || 5 τὸ (pro τοῦ) Ὁμήρου MN 7 ἐννεαβοίων ϛ(θ) ἐννεάβοια Duebn. | ἑκατόμβοια φα(δΔ0) 8 ἐλαττουμένας MN (-ναις) ἀλλαττουμένῳ φα(δ Δ0) || 10 οἶόν τε M οἵ τε δ Δ cum Homero || 12 ἁρπαλέος φα(δ) 15 δέ που) δήπου ϛ(δ Δ0))

450
[*](Ed. Duebn. p. 153)δο ‖ κοῦντι κατὰ τὴν τοῦ πολέμου τύχην, φίλῳ δὲ κατὰ τὴν τῶν πατέρων ξενίαν, ζυμβαλλόμενον φιλίαν αὖθις καὶ ἀνακαλούμενον τὴν προγενῆ οἰκειότητα, συμμετρήσασθαι τῷ καιρῷ καὶ μὴ τῇ ἀξίᾳ τῶν ὅπλων τὴν ἀπαλλαγήν, μὴ λογισμοὺς συντιθέντα χρυσοῦ καὶ χαλκοῦ, καθάπερ οἱ ἐκ Λήμνου οἰνιζόμενοι, [*](( 473/4))
  • ἄλλοι μὲν χαλκῷ, ἄλλοι δʼ αἴθωνι σιδήρῳ,
  • ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δʼ αὐτοῖσι βόεσσι.
  • Μέχρι μὲν γὰρ τῆς χρείας τῆς ἐν ποσὶν ἔχει λογισμοὺς ἡ ἀντίδοσις, καὶ τὸ πλέον πρὸς τοὔλαττον τῷ ἀντι |στασίῳ ἐν τοῖς ἀνομοίοις κατὰ τὴν τιμὴν ἐξετάζεται. [*](135 b) Κἂν ἐγκεκαλυμμένος γοῦν τις γνοίη, ὅτι τὸ τάλαντον τῶν δέκα μνῶν πολλαπλάσιον, καὶ ἡ δραχμὴ τοῦ ὀβολοῦ τιμαλφεστέρα·

    καὶ ἐν κτήσει γῆς καὶ κατὰ τὸν Ἡρόδοτον (ΙΙ 6) οἱ μὲν γεωργοὶ ὀργύιαις διαμετροῦνται τὴν γῆν, οἱ δὲ τούτοις ἀμφιλαφέστεροι σταδίοις, οἱ δὲ τούτων πολὺ γεωργικώτεροι σχοινίοις, [*](9 μέχρι . . τῆς χρείας sq. vi. or. 35. 2 i τὸν μὲν ἐνδεᾶ sq. or. 32. 3 c; 33. 3 f 23. 5 e) [*](1 τοῦ (ante πολέμου) om. ϛ(δ) || 4 ξυμμετρήσασθαι N α(δΔ0) ἀξίᾳ ÷÷τῶν R! || 5 τὴν ἀνταλλαγήν φα(δΔ) || 6 ἐκ Λήμνου Heins. (Δ) ἐκ ληνοῦ codd. (δ) ἐκ τοῦ οἴνου N || 7 αἴθωνι (ι in ras.) 8 δὲῥρινοῖς | αὐτῇσι Homerus || 10 τʼ οὔλατον || 10. 11 〈ἐν〉 τῷ ἀντιστασίῳ Reiske || 12.13 ὅτι 〈καὶ〉 τὸ τάλαντον MNα(δΔ0) 14 τιμαλ÷ φεστέρα R! | καὶ (ante κατὰ) om. Ϛ(δ) del. Reiske 15 Ἡρόδοτον Beins (Δ) προδοτον (suprascr. ικ) R πρόδικον cett. (δ) || 16 ὅσοι μὲν γὰρ Herodotus | γεωργοὶ] πένητες γεωργοὶ Markl. γεωπεῖναί εἰσι ἀνθρώπων Herodotus | ὀργυιαῖς nescio unde Δ ὀργυιῇσι Herodotus | διαμετροῦνται τὴν γῆν] μεμετρήκασι τὴν χώρην Herodotus || 17 οἱ δὲ τούτοις (τούτων φ α δ Δ) ἀμφι- λαφέστεροι] ὅσοι δὲ ἕσσον γεωπεῖναι Herodotus |σταδίοις (στα- δίοισι Herodotus) — 18 γεωργικώτεροι om MNα(δ) || 17.18 οἱ δὲ τούτων πολὺ γεωργικώτεροι (πολυγεωργότεροι Reiske)] οἱ δὲ πολλὴν ἔχουσι, παρασάγγῃσι, οἱ δὲ ἄφθονον λίην Herodotus 18 σχοίνοις Reiske σχοίνοισι Herodotus)

    451
    καθάπερ οἱ Αἰγύπτιοι·

    καὶ ἐν κτήσει θρεμμάτων πολυκτεανώτερος τοῦ Πολυφήμου ἦν ὁ Δάρδανος, [*](( ψ 221 ))

  • τοῦ τρισχίλιοι ἵπποι ἔλος καταβουκολέοντο.
  • Ἀλλʼ ἐπειδάν τις τὰς χρείας παρωσάμενος ἀντεξετάζῃ αὐταῖς τὰ ἀγαθά, εὕροι ἄν, οἶμαι, ταύτας μὲν καιρῷ, καὶ νόμῳ, καὶ ἡδοναῖς, καὶ ἔθεσιν, καὶ τύχαις, ἄνω καὶ κάτω εἰς τιμὴν καὶ ἀτιμίαν μεταβαλλομένας

    τὸ δὲ ἀγαθὸν ἑδραῖον, βέβαιον, ἀκλινές, ἰσόρροπον, κοινόν, ἀνέμητον, ἄφθονον, ἀνενδεές, μήτε αὔξησιν χωροῦν, μήτε ἐνδείας ἀνεχόμενον·

    τό, τε γὰρ αὐξόμενον προσθήκῃ αὔξεται·

    ἀλλʼ εἰ μὲν ἀγαθὸν ἀγαθῷ προσελήλυθεν, οὐδὲν μᾶλλον ἢ προσθήκῃ νόει ἀγαθὸν τὸ ἀγαθόν, ἦν γὰρ ἀγαθὸν καὶ πρότερον·