Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἀκούσῃ γοῦν τοῦ Διὸς αὐτοῦ λέγοντος, [*]((α 32/4))

  • ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται·
  • ἐξ ἡμέων γὰρ φασὶ κακʼ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ
  • σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγεʼ ἔχουσιν.
  • Περὶ δὲ τῶν ἀγαθῶν ἀνθρώπων οὐκ ἀκούσῃ τοιοῦτον οὐδὲν λέγοντος, οὐδὲ ἀπωθουμένου τὴν αἰτίαν, οὐδὲ ἀποτιθεμένου τὴν φροντίδα, ἀλλʼ αὐτὸ τοὐναντίον· [*]((Κ 243/5))

  • πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,
  • οὗ περὶ μὲν πρόφρων κραδίη, καὶ θυμὸς
  • ἀγήνωρ
  • ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ Πάλλας Ἀθήνη;

    Τίς οὖν οὐκ ἂν εἴποι τὸν Ὀδυσέα ἀγαθὸν εἶναι θείᾳ μοίρᾳ, οὗ μέμνηται μὲν ὁ Ζεύς, κήδεται δὲ ἡ Ἀθηνᾶ. [*](2 αὐτοφυοῦς ἀσθενείας vi. or 8. 7 et quae ibi adnotavi 3 κολακεύουσα διὰ ἡδονῶν vi. or 20. 6 h 37. 7 c cf. Plat. Tim. 69 c (δέλεαρ κακῶν) republ. VII 522 Apul. dogm.Plat. lI 11 Plut. ap Stob. flor. 6. 45 lulian. lI 91 c Euseb ap Stob. ecl. II 178 Cicer. leg. l 11. 31 vi. etiam or. 29. 2 b εὐπροσώπων κακῶν or. 36. 4 h; 20. 6 h || 8 ἐξ ἡμέων sq. vi. or 41 4 a) [*](4 τὰς αὐτῆς Dav | τῆς μοχθηρίας Heins τὰς μοχθηρὰς Da ταῖς μοχθηραῖς Markl. (Duebn.) || 7 βροτοὶ (βρο in ras.) R! 9 σφῖσιν R (pr man.) N || 11 ἀπωθουμένου (ω in ras. ex o) R! || 12 ἀνατιθεμένου MN φ α(δ) | τὴν (ante φροντίδα) om. M αὐτὴν φ α (δ) || 13—16 πῶς sq. non lovis sunt apud Homerum, sed Diomedis verba; sed cf. etiam α 65 ubi πῶς — λαθοίμην lovis ex ore proveniunt | Ὀδυσσῆος N (Duk.) || 14 πέρι α (δΔ) cum Homero | πρόφων (suprascr. ρ) R! | κραδίη om MN || 17 οὖν om. M α(δ))

    447
    ἡγεῖται δὲ ὁ Ἑρμῆς, ἔραται δὲ Καλυψώ, σώζει δὲ ἡ Λευκοθέα;

    Εἰ δὲ ἀγαθὸς ἦν, ὥσπερ ἦν, διότι [*]((α 3))

  • πολλῶν δʼ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω
  • καὶ [*]((α 4))
  • πολλὰ δʼ ὅγʼ ἐν πόντῳ πάθεν ἄλγεα ὅν κατὰ θυμόν,
  • πῶς οὐ θείᾳ μοίρᾳ αὐτῷ συνηνέχθη τὰ γυμνάσια, [*](Ed. Duebn. p.152) ἀφʼ ὧν ἀγαθὸς καὶ ἦν καὶ ἔδοξεν;

    Καὶ περιστήσαντος αὐτῷ τοῦ δαιμονίου ἀνταγωνιστὰς πολλούς, τῶν μὲν [*](134 b)βαρβάρων τὸ Γρω |ϊκόν, τοῦ δὲ Ἑλληνικοῦ τοὺς ἀρίστους Παλαμήδη καὶ Αἴαντα, τῶν δὲ οἴκοι τοὺς ἰσχυροτάτους καὶ ἀκολαστοτάτους, Κυκλώπων τὸν ἀγριώτατον, Θρᾳκῶν τοὺς ἀξενωτάτους, φαρμακίδων τὴν δεινοτάτην, θηρίων τὴν πολυκεφαλωτάτην, θάλατταν πολλήν, χειμῶνα χαλεπόν, συνεχῆ ναυάγια· προσαναγκάσας ἀλᾶσθαι καὶ πτωχεύειν, ῥάκη ἀμπισχόμενον, καὶ μετὰ ταῦτα αἰτοῦντα ἀκόλους, παλαίοντα, λακτιζόμενον, παροινούμενον·

    ὧν ἕκαστον αὐτῷ διὰ φιλίαν θεὸς προὔβαλλεν, οὐχ ὁ Ποσειδῶν, ὀργιζόμενος, [*]((λ 103))

  • ὅτι οἷ υἱὸν φίλον ἐξαλάωσεν,
  • οὐδὲ ὁ Ἥλιος μηνιῶν τῶν βοῶν (μὴ τοσαύτη μήτε [*](1. 2 σώζει δὲ ἡ Λευκοθέα scil. κρήδεμινον ὑποβαλοῦσα vi. or. 11. 10 h || 2 εἰ δὲ sq. vi or 22. 5 g; etiam or. 15 6 g || 6 τὰ γυμ- νάσια sq. vi. or. 34. 8 c || 8 ἀνταγωνιστὰς sq. vi or. 34. 9 a etiam or. 1. 6 b: 40. 4 b || 16 αἰτοῦντα ἀκόλους vi. or. 33. 5 c) [*](1 δὲ 〈ἡ〉 Καλυψώ Markl. || 2 Λευκόθεα R || 3 δʼ (ante ἀνθρώ- πων) om. MNφα(δ) | 7 καὶ (ante περιστήσαντος) om φα(δΔ) | περι- στήσαντος (στησ in ras. ) R! || 10 Παλαμήδην ϛ (δ Δ) || 11 ἀκο- λάστους MN | 〈τῶν δὲ ἔξω〉 Κυκλώπων Markl. 13 14 χειμῶνας χαλεπούς Markl. || 14 προσαναγκάσαντος Reiske (Duk.) prob. Meiser || 14. 15 ἁλᾶσθαι RMN || 17 προὔβαλεν ϛ(δ Δ) || 19 οἱ MNα(δ Δ0) Homerus | φίλον ὑιὸν MNα(δ Δ0) ἐξαλάωσεν (αω in ras.) R! ἐξαλαώσας Homerus)
    448
    Ποσειδῶνα ἔχοι φιλία πρὸς ἄνθρωπον ἄγριον καὶ παῖδα ἄξενον, μήτε τὸν Ἥλιον πτωχεία καὶ φειδὼ βοῶν), ἀλλὰ γὰρ τοῦ Διὸς ταῦτα ἦν τὰ προστάγματα.

    Ἦ γὰρ οὐχ οὗτός ἐστιν ὁ καὶ τὸν Ἡρακλέα τὸν αὑτοῦ παῖδα μὴ ἐάσας ἀργὸν καὶ τρυφῶντα, ἀλλὰ ἐξελκύσας τῶν ἡδονῶν; καὶ εἰς μὲν ἐκείνας τὸν Εὐρυσθέα ἐμβαλών, τῷ δὲ Ἡρακλεῖ ἐπιστήσας κάπρους καὶ λέοντας, καὶ δυνάστας, καὶ τυράννους, καὶ λῃστάς, καὶ ὁδοὺς μακράς,

    καὶ γῆν ἔρημον, καὶ ποταμοὺς ἀπόρους; ἢ νύκτα μὲν ἡδύνατο ποιῆσαι ὁ Ζεὺς τριπλῆν ἐκ μιᾶς, ὃν δὲ ἐν τῇ νυκτὶ ταύτῃ ἐποιήσατο, τῶν δὲ τοῦ βίου πόνων οὐκ ἠδύνατο ἐξελέσθαι; Ἀλλ᾿ οὐκ ἤθελεν· οὐ γὰρ θέμις Διὶ βούλεσθαι ἄλλό τι ἢ τὸ κάλλιστον. Οὕτως ἦν καὶ ὁ Ἡρακλῆς ἀγαθός, καὶ Διόνυσος, καὶ ὁ Ὀδυσσεύς.

    Καὶ ἵνα μὴ πόρρω σε ἀπάγω τῶν ἐν ποσίν, τὸν Σωκράτην αὐτὸν οἴει γενέσθαι τέχνῃ ἀγαθῇ, ἀλλ᾿ οὐ θείᾳ μοίρᾳ;

    |ἢ κατὰ μὲν τὴν τέχνην ἐγένετο ἂν [*](135) λιθοξόος παῖς ἢ παρὰ πατρὸς λαβὼν τὸν κλῆρον· κατὰ δὲ τὴν τοῦ θεοῦ χειροτονίαν τὴν μὲν τέχνην διώσατο, τὴν δὲ ἀρετὴν ἐλάμβανεν.

    [*](4 τὸν Ἡρακλέα sq. vi or. 15. 6 d; 32 7a || 12.13 οὐ γὰρ θέμις sq. vi. or. 41. 5 a αὐτοῦ sq. || 14 Ἡρακλῆς . . Διόνυσος vi. or. 32. 8 a || 17 κατὰ μὲν τὴν τέχνην sq. vi. or. 39. 5 i cf. Dio Chrys. 55 2 Lucian. somn. 12 Diog. Laert. lI 19 || 19 τὴν θεοῦ χειροτονίαν scil. lovis, a quo missum se esse profitentem)[*](2 πτωχείᾳ φα(δ) | φειδοῖ ϛ(δ) || 4 οὕτως N | Ἡρακλέα (λε in ras.) R! || 4. 5 παῖδα ἐάσας (suprascr. μὴ) R! || 7 περιστήσας Markl. || 10 ὃν δὲ (δὲ in ras.) R! || 11 τῶνδε τοῦ Ϛ (δ Δ) τὸν δὲ τῶν τοῦ φ? et ita Reiske (sed estne τῶν διὰ τοῦ ut p. 4. 21? ) 12 ἐξελέσθαι; 〈οὐ.〉 Reiske || 13 ἄλλό: τι R! οὗτος M ||14 ἦν R! οὖν cett. (δΔ0) | ὁ (ante Ὀδυσσεύς) om. ϛ(δ Δ0) || 15 καὶ (ante ἵνα) om Nφα(δ) || 16 ἀγαθὸν φα(δ Δ) || 17 ἦ φα(δ Δ0) |μὲν τὴν RΗ μὲν om. cett. (δ) || 18 λιθοξόου ϛ(δ) |ἢ (ante παρὰ) om φα(δ Δ) || 18.19 κατὰ τὴν Heins. (Lariotiana) Dav.1 corr. Markl.)