Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἦ γὰρ οὐχ οὗτός ἐστιν ὁ καὶ τὸν Ἡρακλέα τὸν αὑτοῦ παῖδα μὴ ἐάσας ἀργὸν καὶ τρυφῶντα, ἀλλὰ ἐξελκύσας τῶν ἡδονῶν; καὶ εἰς μὲν ἐκείνας τὸν Εὐρυσθέα ἐμβαλών, τῷ δὲ Ἡρακλεῖ ἐπιστήσας κάπρους καὶ λέοντας, καὶ δυνάστας, καὶ τυράννους, καὶ λῃστάς, καὶ ὁδοὺς μακράς,

καὶ γῆν ἔρημον, καὶ ποταμοὺς ἀπόρους; ἢ νύκτα μὲν ἡδύνατο ποιῆσαι ὁ Ζεὺς τριπλῆν ἐκ μιᾶς, ὃν δὲ ἐν τῇ νυκτὶ ταύτῃ ἐποιήσατο, τῶν δὲ τοῦ βίου πόνων οὐκ ἠδύνατο ἐξελέσθαι; Ἀλλ᾿ οὐκ ἤθελεν· οὐ γὰρ θέμις Διὶ βούλεσθαι ἄλλό τι ἢ τὸ κάλλιστον. Οὕτως ἦν καὶ ὁ Ἡρακλῆς ἀγαθός, καὶ Διόνυσος, καὶ ὁ Ὀδυσσεύς.

Καὶ ἵνα μὴ πόρρω σε ἀπάγω τῶν ἐν ποσίν, τὸν Σωκράτην αὐτὸν οἴει γενέσθαι τέχνῃ ἀγαθῇ, ἀλλ᾿ οὐ θείᾳ μοίρᾳ;

|ἢ κατὰ μὲν τὴν τέχνην ἐγένετο ἂν [*](135) λιθοξόος παῖς ἢ παρὰ πατρὸς λαβὼν τὸν κλῆρον· κατὰ δὲ τὴν τοῦ θεοῦ χειροτονίαν τὴν μὲν τέχνην διώσατο, τὴν δὲ ἀρετὴν ἐλάμβανεν.

[*](4 τὸν Ἡρακλέα sq. vi or. 15. 6 d; 32 7a || 12.13 οὐ γὰρ θέμις sq. vi. or. 41. 5 a αὐτοῦ sq. || 14 Ἡρακλῆς . . Διόνυσος vi. or. 32. 8 a || 17 κατὰ μὲν τὴν τέχνην sq. vi. or. 39. 5 i cf. Dio Chrys. 55 2 Lucian. somn. 12 Diog. Laert. lI 19 || 19 τὴν θεοῦ χειροτονίαν scil. lovis, a quo missum se esse profitentem)[*](2 πτωχείᾳ φα(δ) | φειδοῖ ϛ(δ) || 4 οὕτως N | Ἡρακλέα (λε in ras.) R! || 4. 5 παῖδα ἐάσας (suprascr. μὴ) R! || 7 περιστήσας Markl. || 10 ὃν δὲ (δὲ in ras.) R! || 11 τῶνδε τοῦ Ϛ (δ Δ) τὸν δὲ τῶν τοῦ φ? et ita Reiske (sed estne τῶν διὰ τοῦ ut p. 4. 21? ) 12 ἐξελέσθαι; 〈οὐ.〉 Reiske || 13 ἄλλό: τι R! οὗτος M ||14 ἦν R! οὖν cett. (δΔ0) | ὁ (ante Ὀδυσσεύς) om. ϛ(δ Δ0) || 15 καὶ (ante ἵνα) om Nφα(δ) || 16 ἀγαθὸν φα(δ Δ) || 17 ἦ φα(δ Δ0) |μὲν τὴν RΗ μὲν om. cett. (δ) || 18 λιθοξόου ϛ(δ) |ἢ (ante παρὰ) om φα(δ Δ) || 18.19 κατὰ τὴν Heins. (Lariotiana) Dav.1 corr. Markl.)
449
[*](λγ΄)

Εἰ ἔστιν ἀγαθὸν ἀγαθοῦ μεῖζον· ἐν ᾧ, ὅτι οὐκ ἔστιν.

Οὐδὲ τοῦ Ὁμήρου ἔγωγε ἀποδέχομαι, τῷ Λυκίῳ Γλαύκῳ μεμφομένου ἀμείβοντι ὅπλα χρυσᾶ πρὸς τὰ τοῦ Διομήδους χαλκᾶ ὄντα καὶ ἐννεαβοίῳ ἑκατομβοίων ἐλαττουμένῳ.

Χρηματιστὴς γὰρ ἂν τοῦτό γε αἰτιάσαιτο ἐν δίκῃ, [*]((θ I62/4)) ἀρχὸς ναυτάων, οἷοί τε πρηκτῆρες ἔασιν, φόρτου τε μνήμων,. κερδέων τε ἁρπαλέων, μή τι γε ἀνὴρ ποιητικὸς καὶ ἀξιῶν μαθητὴς εἶναι τῆς Καλλιόπης, ᾗ μηδὲν θέμις μήτε ἐπαινεῖν τῶν αἰσχρῶν, μήτε ψέγειν τῶν καλῶν.

Εἰκὸς δέ που τὸν Γ λαῦκον, εἴπερ ἦν Ἱππολόχου τοῦ Βελλεροφόντου τοῦ Σκύφου τοῦ Αἰόλου, ἀγαθῶν ἁπάντων, ἐντυχόντα ἀνδρὶ ἐχθρῷ [*](et Socratem et Diogenem cynici fecerunt cf. Epict diss III 22. 56 vi. etiam or 36. 5 a ἐλευθερωθέντα sq) [*](5. 6 τῷ Λυκίῳ λαύκῳ sq. vi. or 35.3 a; etiam or. 32.5 b; 40. 1 a et infra § V f ποῖον sq. || 14 μηδὲν θέμις sq. vi. simil. or. 13.8 d οὐ γὰρ θέμις sq.) [*](Codices RMN α (═ Stephanus) φ (═ Paccius); H (teste Davisio)) [*](1 ΛΘʹ R! || 3 in mge λγʹ R! | εἰ ἔστιν — 4 οὐκ ἔστιν R ὅτι οὐκ ἔστιν ἀγαθὸν ἀγαθοῦ μεῖζον λόγος κγʹ φᾶ τοῦ αὐτοῦ ὅτι οὐκ ἔστιν ἀγαθὸν ἀγαθοῦ μεῖζον MN || 5 τὸ (pro τοῦ) Ὁμήρου MN 7 ἐννεαβοίων ϛ(θ) ἐννεάβοια Duebn. | ἑκατόμβοια φα(δΔ0) 8 ἐλαττουμένας MN (-ναις) ἀλλαττουμένῳ φα(δ Δ0) || 10 οἶόν τε M οἵ τε δ Δ cum Homero || 12 ἁρπαλέος φα(δ) 15 δέ που) δήπου ϛ(δ Δ0))

450
[*](Ed. Duebn. p. 153)δο ‖ κοῦντι κατὰ τὴν τοῦ πολέμου τύχην, φίλῳ δὲ κατὰ τὴν τῶν πατέρων ξενίαν, ζυμβαλλόμενον φιλίαν αὖθις καὶ ἀνακαλούμενον τὴν προγενῆ οἰκειότητα, συμμετρήσασθαι τῷ καιρῷ καὶ μὴ τῇ ἀξίᾳ τῶν ὅπλων τὴν ἀπαλλαγήν, μὴ λογισμοὺς συντιθέντα χρυσοῦ καὶ χαλκοῦ, καθάπερ οἱ ἐκ Λήμνου οἰνιζόμενοι, [*](( 473/4))
  • ἄλλοι μὲν χαλκῷ, ἄλλοι δʼ αἴθωνι σιδήρῳ,
  • ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δʼ αὐτοῖσι βόεσσι.
  • Μέχρι μὲν γὰρ τῆς χρείας τῆς ἐν ποσὶν ἔχει λογισμοὺς ἡ ἀντίδοσις, καὶ τὸ πλέον πρὸς τοὔλαττον τῷ ἀντι |στασίῳ ἐν τοῖς ἀνομοίοις κατὰ τὴν τιμὴν ἐξετάζεται. [*](135 b) Κἂν ἐγκεκαλυμμένος γοῦν τις γνοίη, ὅτι τὸ τάλαντον τῶν δέκα μνῶν πολλαπλάσιον, καὶ ἡ δραχμὴ τοῦ ὀβολοῦ τιμαλφεστέρα·