Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

442

Ἀλλʼ ἐπειδὰν ἀκούω σου πρὸς 〈Φαῖδρον διαλεγομένου, ἢ Χαρμίδην, ἢ Θεαίτητον, ἢ Ἀλκιβιάδην, ὑποπτεύω σε μὴ πάντα ἐπιστήμῃ νέμειν, ἀλλʼ ἡγεῖσθαι τοῖς ἀνθρώποις πρεσβύτερον εἶναι διδάσκαλον τὴν φύσιν·

καὶ τοῦτο εἶναι, ὅπερ οὑτωσὶ φαύλως ὑπεῖπάς που ἐν τοῖς λόγοις, (cf. Plat. Alcib. l 105 d) θείᾳ μοίρᾳ δεδόσθαί μοι πρὸς Ἀλκιβιάδην ὁμιλίαν, καὶ πάλιν αὖ Φαῖδρον καλεῖς τὴν (Plat. Phaidr. 234 d) θείαν κεφαλήν, καὶ περὶ Ἰσοκράτους που κατεμαντεύσω ἐν τοῖς λόγοις νέου ὄντος κομιδῇ.

Τί ταῦτά σοι ἐθέλει, ὦ Σώκρατες; Εἰ βούλει,

σὲ μὲν ἐῶ, τὸν δὲ ποιητὴν τῶν λόγων τουτονὶ τὸν ἐξ Ἀκαδημίας φίλον μέτειμι· ὁ δʼ ἡ|μῖν [*](133 a) δεομένοις μάλα ἀποκρινέσθω, εἰ καὶ θείᾳ μοίρᾳ γένοιντʼ ἂν ἀγαθοὶ ἄνδρες, αὐτὸ τοῦτο, ἄνδρες ἀγαθοί·

οὐ ποιηταὶ λέγω, ἵνα μοι προφέρῃς τὸν Ἡσίοδον, οὐδὲ μάντεις, ἵνα μοι τὸν Μελησαγόραν λέγῃς, οὐδὲ καθάρται,

ἵνα μοι διηγήσῃ Ἐπιμενίδην· ἀλλὰ ἀφελὼν ἑκάστου τὸ τῆς τέχνης ὄνομα, τὴν ἀρετὴν προσθείς, [*](11 περὶ Ἰσοκράτους aq. cf. Plat. Phaedr. 278 e 13 σὲ μὲν ἐῶ sq. vi. or. 30. 3 a et quae ibi adnotavi || 15 ἀποκρινάσθω ut or. 11 6 e ; 36. 6 g et quae ibi adnotavi) [*](αἰνίγματα Markl. ἐρανίσματα Meiser | ἐπαινῶ del. Markl. | 〈ἢ〉 ὅπως Markl. | ἀποδέχηται 〈ἐπαινῶ〉 Markl.) [*](2 Θεαίτητον (Θεαι in ras.) R! |ὑποπτεύω (ευω in ras .) R! 7 μοι] σοι Meiser || 9 καλεῖ MN || 11 περὶ (ante Ἰσοκράτους) del. Meiser | ἐς τοὺς λόγους Scaliger πρὸς τοὺς λόγους Steph. || 12 νέου ὄντος R! (man. alt.) et ita Leopardus (Emendat. XVII 18) (Δ) νεύοντος codd (δ) | ἐθέλοι MN || 14 τουτωνὶ N φ α(δΔ) δὲ ἡμῖν Δ || 17 ἵνα μοι] ἵνα μὴ Nφ α(θ) ἵνα μή μοι Reiske (Duebn.) | προσφέρῃς Ϛ (δ) || 18 (et 19) μοι RM μὴ cett. (δ Δ) τὸν ÷Μελησαγόραν R! 18. 19 καθαρταί Duebn. | 19 ἀλλʼ ἀφελὼν α(δ Δ0) 20 προθείς Reiske)

443
ἣν ἂν ἄνθρωποι ἀγαθοὶ τὰ ἀνθρώπων ἔργα, οἶκον τὲ οἰκονομεῖν δεξιῶς, καὶ ἐν πόλει πολιτεύεσθαι καλῶς, περὶ ταύτης φαθί, εἰ γένοιτʼ ἄν τινι ἄνευ τέχνης, θεόσδοτος. Ἤ καὶ σὲ κατὰ χώραν ἐάσω·

ἀποκρινεῖται δὲ ὁ λόγος αὐτὸς αὐτῷ, ὡς ἀνὴρ ἀνδρί, ἀπαυθαδιζόμενος ὧ δέ πωςʼ;