Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ἔφασκεν τὴν ψυχὴν αὐτῷ καταλιποῦσαν τὸ σῶμα, ἀναπτᾶσαν εὐθὺ τοῦ αἰθέρος, περιπολῆσαι τὴν γῆν τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον, καὶ νήσους πάσας, καὶ ποταμούς, καὶ ὄρη·

γενέσθαι δὲ τῆς περιπολήσεως αὐτῇ τέρμα τὴν ῾ Υπερβορέων γῆν· ἐποπτεῦσαι δὲ πάντα ἑξῆς νόμαια καὶ ἤθη πολιτικά, καὶ φύσεις χωρίων, καὶ ἀέρων μεταβολάς, καὶ ἀναχύσεις θαλάττης, καὶ ποταμῶν ἐκβολάς·

γενέσθαι δὲ αὐτῇ καὶ τὴν τοῦ οὐρανοῦ θέαν πολὺ τῆς νέρθεν σαφεστέραν.

Καὶ ἦν πιθανώτερος λέγων ταῦτα ὁ Ἀριστέας μᾶλλον μὴ ὤνια ἐξ ἀγορᾶς, ἢ Ξενοφάνης ἐκεῖνος, ἤ τις ἄλλος τῶν ἐξηγησαμένων τὰ ὄντα ὡς ἔχει· οὐ γάρ πω σαφῶς ἠπίσταντο οἱ ἄνθρωποι τὴν ψυχῆς περιπόλησιν, οὐδὲ οἷστισιν ὀφθαλμοῖς ἕκαστα ὁρᾶν, ἀλλὰ ἀτεχνῶς ἀποδημίας τινὸς ᾤοντο τῇ ψυχῇ δεῖν, εἰ μέλλει ὑπὲρ ἑκάστου φράσειν τὰ ἀληθέστατα.

Βούλει τοίνυν Ἀριστέαν μὲν καὶ Μελησαγόραν καὶ Ἐπιμενίδην καὶ τὰ τῶν |ποιητῶν αἰνίγματα τοῖς μύθοις [*](132 b) ἐῶμεν, ἐπὶ δὲ τοὺς φιλοσόφους τὴν γνώμην τρέ||- [*](9, 10 ἀέρων μεταβολάς, ἀναχύσεις θαλάττης, ποταμῶν ἐκβολάς or. 26 1 a ὅσα γῆς παθήματα sq.) [*](pro οὐκ (═ non) s IIbrario acceptas in contextum verborum irrepsisse putavit Reiske) [*](1 μηδὲν MN || 7 ῾ Υπερβορέωγῆν (suprascr. ν) R! || 8 νομαῖα R! νομέα MN || 9 ἀναχύσεις] χύσεις MN α (δ) || 10 δὲ αὐτῇ R! M δʼ αὐτῇ cett. (δ Δ) || 12 ταῦτα λέγων MN α(δ) corr. Dav. μᾶλλον om. MNα(δ) sed coniungendum cum πιθανώτερος more sequiorum | μὴ ὤνια Hob μηον R! ἢ ὁ MN φ α(δ Δ) || 13 ἰξʼ ἀγορᾶς (recte; nam ἀγορὰ ═ λαλία teste Polluce) R Ξεναγόρας MN φ α(δ) Ἀναξαγόρας Dav. (Δ) similiter nomen proprium falsa coniectura fictum temere intruditur vi. p. 465.11 || 14 πω R! που cett. (δΔ) || 16 ὁρᾷ φ α(δΔ) || 17 μέλλοι Ϛ(δΔ) 21 φιλους (supraser. σόφο) R! || 21. p. 441. 1 τρέψωμεν ϛ(δ Δ))

441
ψομεν, τουτουσὶ τοὺς ἐκ Λυκίου καὶ Ἀκαδημίας τῆς [*](Ed. Duebn p. 150) καλῆς; οὐ γὰρ μυθολόγοι, οὐδʼ αἰνιγματώδεις, οὐδὲ τερατείαν ἀσπαζόμενοι, ἀλλʼ ἐν δημοτικῇ λέξει τὲ καὶ διανοίᾳ εἰθισμένα 〈μηνύοντες· προσείπωμεν〉 δὲ αὐτῶν τόν γε ἡγεμόνα πρῶτον ὧδέ πως·