Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

οὐ γὰρ μουσικὸν τὸ δῶρον. Ἀπίθανος δὲ καὶ ὁ Δημόδο|κος, οὑτωσὶ περὶ [*](131 b) αὑτοῦ λέγων· [*]((χ 347))

  • αὐτοδίδακτος δ᾿ εἰμί, θεοὶ δέ μοι ὤπασαν ὀμφήν. ||
  • [*]( Ed. Duebn. P.149)

    Καὶ πῶς ἐσσί, ὦ βέλτιστε, ἀοιδῶν αὐτοδίδακτος; παρὰ θεῶν τὴν ὀμφὴν ἔχων, οἵπερ διδασκάλων ἀπταιστότατοι;

    Ἀποκρίνεται ὁ Δημόδοκος ὅπερ ἂν τῶν πλουσίων οἱ πατρῷον λαβόντες κλῆρον πρὸς τοὺς χρηματιστὰς ἀποκρίναιντο, ὡς ἔστιν αὐτοῖς αὐτογενὴς ὁ πλοῦτος, οὐ παῤ ἄλλων τέχνῃ καὶ πόνῳ συνενηνεγμένος.