Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

καὶ εἰδώλῳ τινὶ μουσικῆς ξυνόντες λανθάνομεν, αὐτὴν ἐκείνην ἀληθῆ καὶ ἐκ τοῦ Ἑλικῶνος μοῦσαν, τὴν Ὁμήρῳ φίλην, τὴν Ἡσιόδου διδάσκαλον, τὴν Ὀρφέως μητέρα, οὔτε ἔχοντες οὔτε εἰδότες·

ἡ δὲ παρανομία, κατὰ σμικρὸν συμφορηθεῖσα ἡμῖν, τὴν ψυχὴν εἰς τὸν ὄλισθον τοῦτον κατέσπασεν καὶ ἰδίᾳ καὶ δημοσίᾳ·

ὅτε Δωριεῖς μὲν οἱ ἐν Σικελίᾳ, τὴν ὄρειον ἐκείνην καὶ ἀφελῆ μουσικὴν οἴκοι καταλιπόντες, ἣν ἐπὶ ἀγέλαις καὶ ποίμναις εἶχον, [*](ΜΑ΄)Συβαριτικῶν αὐλημάτων ἐρασταὶ γενόμενοι, καὶ ὄρχησιν [*](129 a) ἐπιτηδεύσαντες, οἵαν ὁ αὐλὸς ἠνάγκαζεν Ἰώνων, ἀφρονέστεροι μὲν τὸ εὐφημότατον, ἀκολαστότατοι δὲ τὸ ἀληθέστατον ἐγένοντο·

Ἀθηναίοις δὲ ἡ μὲν παλαιὰ μοῦσα χοροὶ παίδων ἦσαν καὶ ἀνδρῶν, γῆς ἐργάται κατὰ δήμους ἱστάμενοι, ἄρτι ἀμητοῦ καὶ ἀρότου κεκονιμένοι, [*](5 Ὁμήρου .. Ἡσιόδου . . Ὀρφέως vi. or. 17 3 b || 7 ἡ δὲ πα- ρανομία sq. cf Plat legg. ΙΙΙ 700 d Plut. π μουσικῆς 6 διθυραμ- βικὴν λέξιν ᾖδεν (Τέρπανδρος), ὅπως μὴ εὐθὺς φανῇ παρανομῶν εἰς τὴν ἀρχαίαν μουσικήν || 9 ὅτε Δωριεῖς — 15 ἐγένοντο ═ or 14. 8 f sq.) [*](3 ἐπίχριστον in mge repetit. (schol. vet. a) R!) [*](2 ἀρχαῖον (αι in ras.) R! | καθαπερ(εὶ) ἑταίρας Eldich suspic. p. 11 (Hob.) καθὰ περιστερᾶς codd. (-ρὰς R et ita Schottus) δ Δ καθάπερ περιστερᾶς Markl. || 3 ἐπίχαλκον MN α(δ) ἐπίπλαστον Markl. | αὐτοφυὲς (αυ in ras.) R! 4 λανθάνομεν 〈οἰόμενοι〉 MNα(δ) |〈τὴν〉 ἀληθῆ MNα(δ) ||5 μοῦσαν ἔχειν τὴν MNα(δ) || 5. 6 τὴν (ante Ἡσιόδου)] καὶ α(δ) corr. Markl. 7 σμικρὰ MNα(δ) || 9 ὅτε] ὥσπερ Dav οὕτω Markl. || 10 ὄρειον (ex ὄριον corr.) R! || 11 οἴκοι] εἰκῇ Meiser del. Markl. || 12 in mge MΑʹ numerus quaternionis R! ||13 αὐλὸς] αὐτὸς Duk. 14 ἀκολαστότεροι α(δ Δ) || 16 ἦσαν] οὖσα MNα(δ) |καὶ (ante ἀνδρῶν) in ras. R! || 17 ἀρότου 〈πεπαυμένοι〉 κεκονιμένοι Reiske)

431
ᾄσματα ᾄδοντες αὐτοσχέδια·

μεταπεσοῦσα δὲ ἡ ψυχὴ ἐπὶ τέχνην ἀκορέστου χάριτος ἐν σκηνῇ καὶ θεάτροις, ἀρχὴ τῆς περὶ πολιτείαν αὐτοῖς πλημμελείας ἐγένετο.

Ἡ δὲ ἀληθὴς ἁρμονία, ἣν ᾄδει μὲν ὁ μουσῶν χορός, ἐξάρχει δὲ αὐτῆς ὁ Ἀπόλλων ὁ μουσηγέτης, σώζει μὲν ψυχὴν μίαν, σώζει δὲ οἶκον, σώζει πόλιν, σώζει ναῦν, σώζει στρατόπεδον.