Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Εἰ δὲ Πυθαγόρ πειθόμεθα, ὥσπερ καὶ ἄξιον, καὶ μελῳδεῖ ὁ οὐρανός, οὐ κρουόμενος, ὥσπερ λύρα, οὐδὲ ἐμπνεόμενος, ὥσπερ αὐλός, ἀλλʼ ἡ περιφορὰ τῶν ἐν αὐτῷ δαιμονίων καὶ μουσικῶν σωμάτων, σύμμετρός τε οὖσα καὶ ἀντίρροπος, ἦχόν τινα ἀποτελεῖ δαιμόνιον. Τῆς ᾠδῆς ταύτης τὸ κάλλος θεοῖς μὲν γνώριμον, ἡμῖν δὲ ἀναισθές, διʼ ὑπερβολὴν μὲν αὐτοῦ, ἔνδειαν δὲ ἡμετέραν.

Τοῦτό μοι ἀμέλει καὶ Ἡσίοδος αἰνίττεται, Ἑλικῶνά τινα ὀνομάζων τὸν θεόν, καὶ χοροὺς ἠγαθέους ἐν αὐτῷ, κορυφαῖον δὲ εἴτε Ἥλιον, εἴτε Ἀπόλλωνα, εἴτέ τι ἄλλο ὄνομα φανοτάτῳ καὶ μουσικῷ πυρί.

[*](8 εἰ δὲ Πυθαγόρᾳ πειθόμεθα sq cf Plut π. μουσικῆς 44 τὴν τῶν ὄντων φορὰν καὶ τὴν τῶν ἀστέρων κίνησιν οἱ περὶ Πυθαγόραν . . οὐκ ἄνευ μουσικῆς γίνεσθαι καὶ συνεστάναι ἔφασκον || 15 καὶ Ἡσίοδος αἰνίττεται sq. vi etiam or 38. 2 b)[*](14 ἀναισθές in mge repetit. (schol vet. a) R!)[*](1.2 ἡ ψυχὴ] ἡσυχῆ Markl. (Duebn.) || 2 ἀκορέστου] ἀχα- ρίστου Reiske || 6 ψυχὴν] φυλὴν Reiske | μίαν] κοσμίαν Meiser σώζει πόλιν om. MN φα(δ) || 8 καὶ (ante ἄξιον) om α (δ Δ0) 11 δαιμονίων RH δαιμόνων cett. (δ) ἀνομοίων Markl. || 12 δαι- μόνιον] ἐναρμόνιον Markl. || 14 διʼ (ante ὑπερβολὴν) in ras. R! 15 ἀμέλει Heins. et ita Schenkl ἄσκει (i. e. AϵΛϵl accentu super Λ ita posito ut k inde erueret librarius??) codd. Ἀσκραῖος Steph. Scaliger δοκεῖ Schottus (Δ) δοκεῖν Reiske καὶ (ante Ἡσίοδος) del. Steph. Scaliger |αἰνίττεσθαι Markl. || 16 τῶν θεῶν MΝ φα(θ) καὶ τῶν θεῶν Markl. (τὸν) ζάθεον Duebn. (Schenkl qui et τὸν θεῖον·) | καὶ (ante χοροὺς) del Markl || 18 φανωτάτῳ α (δ Δ0) εὐφωνοτάτῳ Reiske)
432

Ἡ δέ γε ἀνθρωπίνη, καὶ περὶ τὴν ψυχὴν ἰοῦσα, τί ἂν εἴη ἄλλο, ἢ παιδαγώγημα τῶν τῆς ψυχῆς παθημάτων, τὸ μὲν ἐξᾶττον αὐτῆς καὶ φερόμενον κατεπᾴδουσα, τὸ δὲ παρειμένον καὶ ἐκλελυμένον ἔμπαλιν ἐπαίρουσα

καὶ παροξύνουσα; Δεινὴ μὲν γὰρ ἐπελαφρῦναι οἶκτον, δεινὴ δὲ ἀμβλῦναι ὀργήν, δεινὴ δὲ ἐπισχεῖν θυμόν, ἀγαθὴ ἐπιθυμίαν σωφρονίσαι, καὶ λύπην ἰάσασθαι, καὶ ἔρωτα παραμυθήσασθαι, καὶ συμφορὰν κουφίσαι·

ἀγαθὴ καὶ ἐν θυσίαις παραστάτις, καὶ ἐν δαιτὶ σύσιτος, καὶ ἐν πολέμῳ στρατηγός· δεινὴ δὲ καὶ ἐν ἑορταῖς εὐφρᾶναι, καὶ ἐν Διονυσίοις κωμάσαι, καὶ ἐν τελεταῖς ἐπιθειάσαι· δεινὴ καὶ πολιτείας ἦθος κεράσαι τῷ μέτρῳ.

Oὕτω Βοιωτοὺς τοὺς ἀγροίκους αὐλὸς ἐπιτηδευόμενος ἡμέρωσεν, καὶ ποιητὴς Πίνδαρος συνῳδὸς τῴ αὐλῷ· καὶ Σπαρτιάτας ἤγειρεν τὰ Τυρταίου ἔπη, [*](Ed Duebn. p. 147)καὶ Ἀργείους τὰ Τελε σίλλης μέλη, καὶ Λεσβίους ἡ Ἀλκαίου ᾠδή· οὕτω καὶ Ἀνακρέων Σαμίοις Πολυκράτην ἡμέρωσεν, κεράσας τῇ τυραννίδι ἔρωτα, Σμερδίου καὶ Κλεοβούλου κόμην, καὶ αὐλούς Βαθύλλου, καὶ ᾠδὴν Ἰωνικήν.