Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ποῖ τὶς τράπηται; τίνα εὕρῃ ἐκεχειρίαν; ποίαν

Ὀλυμπίαν; τίνα ἔεμέαν; Καλὰ μὲν τὰ Ἀθήνησιν Διονύσια καὶ Παναθήναια, ἀλλὰ ἑορτάζουσιν μισοῦντες καὶ μισούμενοι· πόλεμόν μοι λέγεις, οὐχ ἑορτήν. Καλαὶ [*]() καὶ ἐν Αακεδαίμονι αἱ Ιυμνοπαιδίαι, καὶ τὰ Ὑακίνθια, καὶ οἱ χοροί· ἀλλὰ Ἀγησίλαος Αυσάνδρῳ φθονεῖ, καὶ Ἀγησίπολις Ἄγιν μισεῖ, καὶ Κινάδων τοῖς βασιλεῦσιν ἐπιβουλεύει, καὶ ψάλανθος τοῖς ἐφόροις, καὶ Παρθενίαι Σπταρτιάταις·

οὐ πιστεύω τῇ ἑορτῇ, πρὶν τοὺς ἑορταστὰς ἴδω φίλους. Gὐτος ἀληθινῆς ἐκεχειρίας νόμος καὶ τρόπος, ὑπὸ νομοθέτῃ τῷ θεῷ τεταγμένος, ὄν οὐκ ἔστιν μὴ κτησάμενον φιλίαν ἰδεῖν, οὐδʼ ἂν πολλάκις τὶς σπείσηται, οὐδʼ ἄν πολλάκις ἀναγράψηται τὰ υλυμπιάσιν, καὶ Ἰσθμοῖ, καὶ Νέμεα.

Κισω δεῖ ἐπὶ τὴν ψυχὴν τὸ κήρυγμα ἐλθεῖν, εἴσω τὴν ἐκεχειρίαν· [*](1 πόλεμος ἐμπεσὼν τῇ ψυχῇ ut or 37. 1 e vi. etiam τὸν ψυχῆς ἀγῶνα or. 1. 4 c 7 ποῖ τὶς τράπηται ut or 29. 7 l:23. 7 c 9 Παναθήναια sq. vi. etiam or. 16. 2 m 13 Κινάδων cf. enoph. Hell 3 3. 4 14 Φάλανθος cf Plut. Pyth. or.27 Horat.οd. 2. 6. 12) [*](2 σιδηροφορῶν et πορφυρῶν Steph. σιδηροφόρον et πορφόρον Dav. || 4 λυμαίνεται φα(δΔ) || 7 τράπηται 〈καὶ〉 τίνα MNα(δ⁰) εὕροι BMΚVα(δ Δ⁰) || 9 (et 12) ἀλλὰ 〈καὶ〉 MNα(δ) || 11 γυμνο- ποδίαι MNφα(δ) || 12 χοροί] χρόοι P (sine acc .) | IV 13ʼγή- πολις Ll 14 τοῖς (ante ἐφόροις corr c τοὺς) R! || 15 〈τοῖς〉 Σπαρτιάταις M α(δ) 18 οὐό, ἂν — 19 σπείσηται om Du bn. | 19 σπείσηται] σπάσηται MN | τὰ (ante λυμπιάσιν) del Lav. 2 | 20 νέμεᾳ V νεμέα MN νεμέᾳ ϛ(δΔ))

412
ἕως δὲ ἄσπονδος καὶ ἀκήρυκτος ὁ ἐν ψυχῇ πόλεμος, ἄφιλος ἡ ψυχὴ μένει, ἐχθρά, σκυθρωπῇ. Ταῦτα αἱ Ποιναί, ταῦτα αἱ Ἐρινύες, τὰ δράματα, αί τραγῳδίαι. Διώκωμεν τὴν ἐκεχειρίαν, παρακαλῶμεν φιλοσοφίαν· ἡκέτω, σπενδέσθω, κηρυττέτω.