Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

οὕς περιβάλλει τεῖχος ἕν καὶ πόλις μία, πολεμοῦντας σπενδομένους, ὀμνύντας ἐπιορκοῦντας, συντιθεμιένους μετατιθεμένους, καὶ προφάσεις μικρὰς μεγίστων κακῶν.

Oἶς γὰρ ἂν τὸ φιλεῖν τῆς γνώμης ἐκπέσῃ, πάντα ἤδη ἀξιόχρεα κινεῖν ὀργὴν καὶ ταράττειν καθάπερ κοίλην ναῦν ἀφαιρεθεῖσαν τοῦ ἕρματος βραχεῖαι ρροπαὶ σαλεύουσίν τε καὶ περιτρέπουσιν.

Τίς ἄν οὖν παρασκευὴ γένοιτο ἀνδρὶ φιλίας ἐραστῇ πρὸς τὸ κτῆμα τοῦτο; Χαλεπὸν μὲν εἰπεῖν, ῥητέον δὲ ὅμως·

[*](( 262/3)) ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά, οὐδὲ λύκοι τὲ καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν· οὐκ ἔστιν οὐδὲ ἀνδρὶ πρὸς ἄνδρα φιλίας ὁλκή, μέχρις ἂν αὐτῷ οἱ ὀφθαλμοὶ φαντάζωνται χρυσὸν καὶ ἄργυρον.