Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἀρετὴ ψυχῆς καὶ μοχθηρία, αὗταί πηγαὶ τῶν Διὸς πίθων· ὧν ἡ μὲν μοχθηρία λάβρον καὶ ἔμπληκτον ὀχετὸν ἐξιεῖσα συγχεῖ τὸν βίον καὶ ταράττει, καθάπερ ἐμβολὴ χειμερίου νάματος ἐπὶ λήῖα καὶ φυτουργίας ὁρμηθεῖσα, ἐχθρὰ μὲν γεωργοῖς, ἐχθρὰ δὲ καὶ ποι- [*](1 δοιοὶ γάρ τε sq. cf Plat. republ. II 379 d vi. etiam or 41. 4 b cf. lulian. lI 90 b Hermes ap. Stob ecl. I 275 Themist. 34.19 Plut. aud. poet 6 (24 b) Dio Chrys 64.26 || 14 ἀρετὴ ψυχῆς καὶ μψχὕηρία sq. v. or. 38. 6 b || 16 ταράττει ut σώματος πάθη τὴν ψυχὴν vi or. 21. 7 e καὶ περιβεβλημένη sq || 16.17 καθάπερ ἐμβολὴ sq. vi. simil. or. 37 8 a ὁρᾶς aq.) [*](5 κατὰ τὴν — 6 ἀρυτόμενος v (: ἐκ)) [*](1 τε] τοι QVNT τοι τε M || 2 φησί BH | πλήρκακῶν (suprascr. ης) R! || 4 ἀκράτων codd. praeter RABΖ (Dav.2) || 5 τὴν 〈τοῦ〉 Ὀμήρου DFGXY || 6 ἀρυόμενος codd. praeter RA (-υττο- U (man. alter.) || 7 ἀενάων RA ἀεννάων WY ἀκηράτων cert. (δ) 9 νέμειν GX || 10 μικτῶν κακῶν καὶ ἀγαθῶν MFGXY || 11 μίξιν codd praeter RAZ || 13 δὴ om. MΝEFGXYT (man. alter.) δὲ H 14 αὖται] διτταὶ Markl || 18 δὲ (ante καὶ ποιμέσιν) om. Dav δὲ ποιμέσιν Reiske)

395
μέσιν, ἐχθρὰ καὶ ὁδοιπόροις, ἄκαρπος, ἄγονος, ἀνόνητος, ἐπισφαλής·

αἱ δὲ ἀρετῆς πηγαί, ὅτῳ ἂν ἐν ψυχῇ διαφανῶσιν, πάντα τούτῳ ποιοῦσιν τὸν βίον ἔγκαρπον καὶ ἀρόσιμον καὶ τελεσφόρον. Ἀλλὰ ἱδρῶτος δεῖ τῷ γεωργῷ, καὶ πόνου δεῖ, καὶ ταλαιπωρίας δεῖ.

Οὐδὲ γὰρ ὁ Αἰγύπτιος τῷ ἔείλῳ θαρρεῖ μόνῳ, οὐδὲ παραδίδωσιν αὐτῷ τὰ σπέρματα, πρὶν ἢ τἀρότρῳ ζεύξῃ βοῦν, πρὶν τέμῃ αὔλακα, πρὶν πονήσῃ μακρά· καὶ μετὰ τοῦτο ἤδη καλεῖ τὸν ποταμὸν ἐπὶ τὰ αὐτοῦ ἔργα.

Aὕτη μῖξις ποταμοῦ πρὸς γεωργίαν, καὶ ἐλπίδων πρὸς [*](14a)πόνους, καὶ καρπῶν πρὸς | ταλαιπωρίαν· οὕτως ἀγαθοῖς κακὰ κεραννυτέον.