Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Καὶ πῶς οὐκ ἔχει; ἀποκρινώμεθα γὰρ καθʼ Ὅμηρον ὑπὲρ τοῦ Διός. Ἔχει μὲν γάρ, ἔχει νοῦν καὶ λόγον· συγκέκραται δὲ αὐτῷ ὁ βίος ἐξ ἀθανάτων καὶ θνητῶν πραγμάτων, ὡς ζῴῳ τινὶ ἐν μεθορίῳ τεταγμένῳ, καὶ παρὰ μὲν θνητῆς πλημμελείας τὸ σῶμα ἔχοντι, ἐκ δὲ τῆς ἀθανάτου ἀπορροῆς τὸν νοῦν λαμβάνοντι. Ἵδιὸν δὲ σαρκῶν μὲν ἡδοναί, νοῦ δὲ λόγος· καὶ κοινὸν μὲν αὐτῷ αἱ σάρκες πρὸς τὰ θηρία, ἰδιον δὲ νοῦς.

Ἐνταῦθα τοίνυν ζήτει τὸ ἀνθρώπου ἀγαθόν, ὅπου τὸ ἔργον· 〈ἐνταῦθα τὸ ἔργον, ὅπου τὸ ὄργανον·〉 ἐνταῦθα τὸ ὄργανον, ὅπου τὸ σῶζον. Ἀπὸ τοῦ σώζοντος ἄρξαι. Πότερον ποτέρου διασωστικόν, σῶμα ψυχῆς, ἢ ψυχὴ σώματος; εὑρες τὸ σῶζον. Τί ψυχῆς ὄργανον; νοῦς. [*](quem anima vixit in caelo antequam corpus indueret vi. or. 9.6 f 10. 2 a; 21.7 e ἐν τῇ δεῦρο συνουσίᾳ) [*](4 ὑπὲρ τοῦ Διός ut or. 11. 6 e || 6 ὡς ζῴῳ τινὶ ἐν μεθορίῳ τεταγμένῳ sq. vi. or 8 8 b || 9. 10 κοινὸν . . αὐτῷ α σάρκες sq. νi. or. 6 1 d || 10 11 ἐνταῦθα ζήτει sq. ═ or. 31. 5 b || 14 διασωσ- τικόν . . . ψυχὴ σώμιατος nam συνέχει τὸ σῶμα vi. or. 9. 6 a 15 ψυχῆς ὄργανον νοῦς νi. etiam or. 13. 7 b cf. simil Plut. Pyth. or. 21 (404 b) σώματι ψυχὴ χρῆται ψυχὴ δʼ ὄργανον θεοῦ γέ- γονεν, ὀργάνου δʼ ἀρετὴ μιμεῖσθαι τὸ χρώμενον ἧ πέφυκε δυνάμιει καὶ παέχειν τὸ ἔργον αὐτοῦ τοῦ νοήματος sq) [*](8 ἔδιον — 9 λόγος x || 10. 11 ἐνταῦθα — 12 ἔργον x) [*](12 in mge (schol. vet. a) R! ψυχή σῶζον unde ψυχή in mge x νοῦς ὀργανον νοῦς φρόνησις ἔργον φρόνησις ἀγαθόν εὕρημα ἀγαθόν) [*](1 ὑμῖν B ἡμῶν α (Heina .) || 7 πλημμελείας (εἰ in ras.) B πλημμύρας Markl. || 8 νοῦν διαλαμβάνοντι α(δ) || 11.12 τὸ 〈ἀν- θρώπου〉 ἔργον x || 12 ἐνταῦθα — ὄργανον om. R (solus) || 13 σῶζον] ζῷον NV || 15 σώματος; 〈ψυχὴ σώματος·〉 εὗρες Markl σῶζον· 〈ζήτει τὸ ἔργον·〉 τί Reiske)

389
δήτει τὸ ἔργον. Τί νοῦ ἔργον; φρόνησις· εὐρες τὸ ἀγαθόν.

Eἰ δέ τις τότʼ ἀνθρώπου τὴν μοῖραν ταύτην τὴν φρονοῦσαν καὶ θεοφιλῆ ἀτιμάσας, τὸ ἄτιμον ἐκεῖνο μόνον θρέμμα, τὰς σάρκας λέγω, τὸ ἀκόλαστον, τὸ ἀδηφάγον, τὸ ἡδοναῖς φίλον εὐωχεῖν ἐθέλοι, τίνι ἂν εἰκάσαιμι τὴν τοιαύτην τροφήν, ἢ τῷ μύθῳ, νὴ Δία; εενέσθαι φασὶν οἷ ποιηταὶ ἄνδρας ἐν Πηλίῳ, Θετ.