Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Τί λέγω Διόνυσον καὶ ρακλέα; μῦθοι ταῦτα, ἡρωϊκὰ ταῦτα. Τὸν Σωκράτην λέγω.

Ἐρᾷς, ὦ Σώκρατες, Ἀλκιβιάδου, καὶ μετὰ τοῦτον ψαίδρου, καὶ μετʼ ἐκεῖνον Χαρμίδου; ἐρᾶς, ὦ Σώκρατες, καί σε οὐ λανθάνει κάλλος Ἀττικόν·

ἀλλʼ ὁμολόγησον αὐτοῦ τὴν αἰτίαν, καὶ μὴ φοβηθῇς τὴν ἀδοξίαν· ἔξεστιν καὶ μεθʼ ἡδονῆς σωφρόνως ἐρᾶν, ὡς ἔξεστιν καὶ μετὰ λύπης ἀκολάστως ἐρᾶν.

Κἰ δὲ καὶ χωρὶς ἡδονῆς ἐρᾷς, καὶ ψυχῆς μόνης, καὶ σώματος οὐκ ἐρᾷς, ἐράσθητι Θεαιτήτου· ἀλλʼ οὐκ ἐρᾷς, σιμὸς γὰρ ἦν· ἐράσθητι Χαιρεφῶντος· ἀλλʼ οὐκ ἐρᾷς, ὠχρὸς γὰρ ἦν· ἐράσθητι Ἀριστοδήμου· ἀλλʼ οὐκ ἐρᾷς, αἰσχρὸς γὰρ ἦν. Ἀλλὰ ||e τίνων ἐρᾷς; εἴ που τὶς εὐκόμης, εἴ που τὶς ὡραῖος, [*](Ed. Duebn. p.9) εἴ που ἁβρός, εἴ που καλός. Καὶ πιστεύω μὲν τῇ ἀρετῇ, ὅτι δικαίως ἐρᾷς, οὐκ ἀπιστῶ δὲ τῇ ψυχῇ, ὅτι διʼ ἡδονὴν ἐρᾶς· οὐδὲ γὰρ σώματι ἀπιστῶ ὑπὸ πυρὸς [*](3 Διόνυσον καὶ Ἡρακλέα vi. or. 38. 7 h vers. finem || 4.5 ἐρᾷς, ὧ Σώκρατες sq. vi. or. 18. 4 b sq || 12 σιμὸς γὰρ ην cf. Plat. Theaet. 209 c |||13 ἀχρὸς γὰρ ἠν cf. schol. Plat. apol. 20 a αιρεφῶν οὖτος ὁ ωκρατικὸςἰσχνὸς ἦν καὶ ὠχρός sq || 14 αἰσχρὸς γὰρ ἧν vel potius μικρὸς cf. Plat. symp. 173b Sext. Emp. dogm. l 92 Xenoph. mem l 4) [*](4 ἐρᾷς — 10 ἐρᾶν p | ἐρᾷς — p. 376. 8 εἰσάγει n || 8 ἔξεστιν — 9 ἐρᾶν x) [*](1 ταῦτα πάντα Q μυστηρίοις 〈πάντα〉 p || ὀργιζόμενα Bp || 4.5 ἐρᾷ καὶ Σωκράτης p || 6 ἐρᾷς] ὁρᾶς n om. p | ὦ Σώ- κρατες om. p |σε om. p || 7 〈τοῦτον〉 κάλλος p || 7 ὡς ἔξεστιν omn. p || 10. 11 καὶ ψυχῆς] τῆς ψυχῆς α(δ) καὶ τῆς ψυχῆς nescio unde Dav || 12 ἐρᾷς in ras R! || 13 ἐρᾷς (in ras. ex ὁρᾷς) R! | ώχρὸς — 14 οὐκ ἐρᾷς om. n || 14 αἰσχρὸς] σμικρὸς Ηeina. || 17 οὐκ (ante ἀπιστῶ) del Reiske || 18 διʼ| οὐ διʼ Reiske)

376
θερμαινομένῳ, οὐδὲ ὀφθαλμοῖς ὑπὸ ἡλίῳ φωτιζομένοις, οὐδὲ ἀκοαῖς ὑπὸ αὐλῶν γανυμέναις, οὐδὲ Ἡσιόδῳ [*](8b) ὑπὸ Μουσῶν διδασκομένῳ, οὐδὲ Ὁμήρῳ ὑπὸ Καλλιόπης λιγαινομένῳ, οὐ Πλάτωνι ὑπὸ Ὁμήρου μεγαλυνομένῳ· πάντα ταῦτα ὑφʼ ἡδονῆς ἕλκεται, καὶ ὀφθαλμοί, καὶ ἀκοαί, καὶ σώματα, καὶ λόγοι.