Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Κἂν γὰρ ἄλλο ἄλλῳ ἐπιτιθῇς ὄνομα τῆς τούτων ἀξίας, Ἀχιλλεῖ μὲν ἀποθνήσκοντι ἑκόντι, καὶ τιμωροῦντι ἀποθανόντι τῷ Πατρόκλῳ φιλίαν, Ἀγαμέμνονι δὲ ἀγρυπνοῦντι καὶ προβουλευομένῳ καὶ προπολεμοῦντι βασιλείαν, τῷ δὲ Ἕκτορι ἐξηγουμένῳ καὶ προμαχομένῳ καὶ ἀριστεύοντι σωτηρίαν πατρίδος, πάντα ταῦτα ἐρεῖς ἡδονῶν ὀνόματα.

Ὥπερ γὰρ ἐν ταῖς σωμάτων νόσοις ἀγαπᾷ ὁ κάμνων τεμινόμενος καὶ ἐμπιμπράμενος, καὶ διψῶν, καὶ λιμώττων, καὶ τὰ δυσχερῆ τῇ φύσει προσιέμενος ἑκών, ἀντικαταλλαττόμενος ταῦτα τῆς προσδοκίας τοῦ ὕπνου, εἰ δὲ ἀφέλοις τὴν ἐλπίδα τοῦ μέλλοντος ἀγαθοῦ, ἀφαιρήσεις τὴν αἵρεσιν τῶν παρόντων κακῶν, οὕτω κὰν ταῖς πράξεσιν ἀντίδοσις γίγνεται πρὸς ἡδονὰς πόνων, ἣν σὺ μὲν ἀρετὴν καλεῖς, ἐγὼ δὲ τὴν μὲν ἀρετὴν δίδωμι, ἐρήσομαι δέ σε, εἰ ἄνευ τῆς πρὸς αὐτὴν φιλίας τὴν ἀρετὴν ψυχὴ εἵλετο; ἐὰν γὰρ τὴν φιλίαν δῷς, ἡδονὴν δίδως.

[*](10 ὥσπερ sq. cf Marc. Anton. V 8 δεχώμεθα ὡς ἐκεῖνα ἃ ὁ Ἀσκληπιὸς συντάττει· πολλὰ γοῦν καὶ ἐν ἐκείνοις ἐστὶ τραχέα· ἀλλὰ ἀσπαζόμεθα τῇ ἐλπίδι τῆς ὑγιείας || 17.18 τὴν μὲν ἀρετὴν)[*](14 εἰ δὲ 15 κακῶν)[*](1 τὴν ἡδονὴν om. BNQV α(δ) corr. Markl ||2 εἵνεκα (ει in ras. ex η) R! || 4 ἄλλο 〈ἐπʼ〉 ἄλλῳ Nφα (δ) | ἐπιτ . . ης (erasis duabus litteris quarum in locum man. posterior ρεψ inmissum) P ἐπιτρέψῃς Q (in mge) | ἀξίας (i e cupIditatis harum rerum) BVQ ἀ..ιας (duabus litteris evanidis; in mge ἀρετῆς) P αἰτίας φα(δΔ) om. (lac relicta) M || 10 ταῖς] τοῖς Nα | 〈τῶν〉 σωμάτων Bα(δ Δ) || 12 τῇ (ante φύσει) om. α(δ) || 12.13 προιέμενος RN ρ 13 ἀντικαταλλαττόμενος (με in ras.) P || 14 ὕπνου ] ὑγιεινοῦ Μarkl (Duk.) ὑγιοῦν Dav. τερπνοῦ Meiser || 15 〈καὶ〉 τὴν αἵρεσιν BV φα(δ) | κακῶν] δεινῶν p || 16 οὕτως BVQ)
374

Κἄν ὑπαλλάξῃς τὸ ὄνομα, καὶ χαρὰν τὴν ἡδονὴν καλῇς, οὐ νεμεσῶ τῆς ἀφθονίας τῶν ὀνομάτων, τὸ δὲ πρᾶγμα αἷρῶ, καὶ τὴν ἡδονὴν γνωρίζω· ἥ ποιεῖ τὸν Ἡρακλέα ἐκεῖνον, τὸν τῶν πολλῶν καὶ θαυμαστῶν πόνων ὁμιλητὴν καὶ ἀγωνιστὴν καὶ ἐθάδα, τὸν πρὸς τὰ θηρία παραβαλλόμενον, τὸν τοῖς παν ταχοῦ δυνάσταις [*](8a) προσφερόμενον, τὸν πρὸς τοὺς ἀγρίους φιλονεικοῦντα, τὸν ἡμερωτὴν τῆς γῆς, τὸν καθαρτήν, τὸν ἐπὶ τὴν Οἴτην ἰόντα, τὸν ἐπὶ πῦρ παραγιγνόμενον. ἄλλο τι ἢ μεγάλαις καὶ θαυμασταῖς καὶ ἀκράτοις ἡδοναῖς χειραγωγούμενον, ταῖς μὲν παρούσαις ὁμοῦ τοῖς πόνοις, ταῖς δὲ μελλούσαις μετὰ τοὺς πόνους, ἐπὶ ταῦτα ῖέναι ἑκόντα.