Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ὥσπερ οὖν τῷ ἵππων γένει συγκεκλήρωται πρὸς σωτηρίαν δρόμος, καὶ τῷ βοῶν πόνοι, καὶ ὄρνισι πτερά, καὶ λέουσιν ἀλκή, καὶ ἄλλοις ἄλλό τι, οὕτως ἀμέλει καὶ ἀνθρώπῳ ὑπάρχει δύναμις ξυμφυὴς διασωστικὴ τοῦ γένους·

ταύτην δὲ ἑτέραν εἶναι δεῖ παῤ ἕκαστον τῶν ἄλλων, εἰ μέλλει ἄνθρωπος ὤν μὴ ὑπὸ ἀλκῆς σωθήσεσθαι, ὥσπερ οἱ λέοντες, μηδὲ ὑπὸ δρόμου, ὥσπερ οἱ ἵπποι, μηδὲ ἀχθοφορεῖν ὄνου δίκην, μηδὲ ἀροῦν βοὸς δίκην, μηδὲ πέτασθαι κατὰ ὄρνιθας, μηδὲ νήχεσθαι κατὰ ἰχθύος.

Ἀλλʼ ἔστί τι καὶ τούτῳ ἔργον ἴδιον, διαγνωστικὸν τοῦ βίου, εἰ ἐννενέμηται τὰ ζῷα τὰς δυνάμεις, ἑκάστην ἕκαστον κατὰ τὴν χρείαν τοῦ βίου, καὶ τὰ ἔργα κατὰ τὰς δυνάμεις, καὶ τὰ ὄργανα [*](5 ὥσπερ οὖν sq. vi. or. 10. 5f; 20. 6c; 29. 7h cf. Themist. π. ἀρετῆς (Mus. Rhen. 21. 449) Iambl. protr. 5 Pist. 36) Plut. de fort. 3 de soll. anim. 5 lulian. VI 194c Orig. c. Cels 219 Porph. de abstin. III 8 Plut. fragm. περὶ ἰσχύος Cicer. nat deor lI 63. 158 etiam Plat. Prot. 320d sq.) [*](5 ὥσπερ — 14 ἰχθύας n) [*](1 ἄστεως (prim. man.) R || 2 γε ÷ αὐτὸν R! || 4 δυστυχίᾳ] τύχη MNφα(δ) || 5 τῷ] τῶν MV Dav.2 corr. Reiske || 6 σωτη- ρίαν δρὸς unde σωτηρίαν ἀνδρὸς V | τῷ βοῶν RMQ τῶν βοῶν Nn τῷ τῶν βοῶν cett. (δ) | ὄρνισι?? R! || 8 καὶ ἀνθρώπῳ RQ καὶ τῷ ἀνθρώπῳ cett. (δΔ⁰) || 9 ἑκάστου MN ἑκάστην Markl. || 10 ἄλλων (λω in ras.) R! | μέλλοι MN (in mge) QV n || 11 λέοντες (λε in ras.) R! || 13 πέτεσθαι nescio unde Δ || 14 ἔργον om. BMNVφ || 15 δια- σωστικὸν Heins | εἰ — 16. 17 τοῦ βίου om. V | εἰ νενέμηται (pr. man.) Mα(θ) εἶεν· νενέμηται Dav.2 εἴ γε νενέμηται Reiske (Duebn.) || 16 〈καὶ〉 ἑκάστην BMNQα(δ) | ἕκαστον (ον in ras.) R! )

365
κατὰ τὰ ἔργα καὶ τἀγαθά.

Καί, ξυνελόντι εἰπεῖν, τὸ ἑκάστου ἀγαθὸν ἐν τῷ ἐπιχωρίῳ τῶν ἔργων μένει, τὰ [*](CH) δὲ ἔργα ἐν τῷ τῆς χρείας ἀναγκαίῳ, ἡ δὲ χρεία ἐν τῷ τῆς δυνάμεως εὐπόρῳ. ἡ δὲ δύναμις ἐν τῷ τῶν ὀργάνων εὐμηχάνῳ, τὰ δὲ ὄργανα ἐν τῷ τῆς φύσεως [*](5b)ποικίλῳ

Παντοδαπὴ γὰρ ἡ φύσις, καὶ | διὰ τοῦτο περιέβαλεν καὶ διεκόσμησεν τὰ ζῷα ἕκαστα ἐπὶ σωτηρίᾳ τοῦ βίου, ἄλλα ἄλλοις ὅπλοις· τὰ μὲν ὀνύχων ἀκμαῖς, τὰ δὲ ὀδόντων ῥώμῃ, τὰ δὲ κεράτων ὀξύτητι, τὰ δὲ ποδῶν τάχει, τὰ δὲ θυμῷ, τὰ δὲ ἰῷ·