Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἐπεχείρει ἐχθρὸς λόγος τὶς παρελθὼν πείθειν ἡμᾶς ὡς αἱρετέον ἡδονήν, ἐὰν προσγένηται αὐτῇ τὸ ἀσφαλές· σοφιστὴς λόγος καὶ ἀπατεὼν δεινῶς, ὅς, ἐξὸν σκοπεῖν τὴν ἡδονῆς φύσιν, καθόσον ἡδονή, ποῦ τάττεται, ἐν ἀγαθοῖς ἢ κακοῖς, ἐν ποτέρω χορῷ παρεὶς τὸ σκέμμα, ὡς ἀγαθοῦ τῆς ἡδονῆς οὔσης, ἐσκοπεῖτο εἰ βέβαιον τὸ ἀγαθὸν τοῦτο. Καὶ ποῖον ἄν τις ἐπινοήσαι ἀγαθὸν

σαλεῦον καὶ κραδαινόμενον; Ὥσπερ γάρ, οἶμαι, καὶ τῆς ἄλλης γῆς εἰ ἀφέλοι τὶς τῷ λόγῳ τὴν ἕδραν ἢ τὴν [*](6 ἐὰν προσγένηται αὐτῇ τὸ ἀσφαλές vi. or 30. 4b || 12 σα- λεῦον καὶ κραδαινόμενον nam ἑδραῖον τὸ ἀγαθόν vi. or. 39. 1h) [*](Codices RBMNQVα (═ Stephanus) φ (═ Paccius); H (teste Davisio)) [*](12 ὥσπερ — p. 361. 5 φύσιν p | ὥσπερ — p. 361. 6 σώ- ματος n) [*](12 κραδαινόμενον] in mge κινούμενον πλημμελῶς (schol. vet. a) R!) [*](1 〈ΛΑ΄〉 Hob. || 3 in mge β⁰ν N | περὶ — 4 βέβαιον β΄ (λόγος δεύτερος) RB(Q) περὶ — βέβαιον NV additis λόγος λβ΄ φ ἔτι περὶ τοῦ αὐτοῦ M ἔτι περὶ τοῦ αὐτοῦ ὅτι — βέβαιον λόγος λβ΄ α ὅτι οὐκ ἔστι τὸ ἀνθρώπινον τέλος ἡ ἡδονὴ Heins. περὶ ἡδονῆς β΄ Dav.2 || 5 ἐχθρὸς] ἐχθὲς Heins. || 7 δεινός QVφ || 8 κα- θόσον 〈γὰρ〉 ἡδονή Reiske | ποῦ R!BMV που cett. (δΔ) || 9 ὁπο- τέρῳ ς(δΔ) ὁποτέρῳ 〈τάττεται〉 Reiske || 11 ποῖον Rφ πῶς cett. (δΔ) | ἐπινοῆσαι M cum R! || 13 ἄλλης Rn ὅλης cett. (δΔ) | ἀφέλοι (οι in ras.) R! | τῷ λόγῳ om. HMNφα(δ) | ἢ τὴν R! (in ras. ex ἢ μονήν) Qpn καὶ τὴν cett. (δΔ))

361
μονήν, συναφεῖλεν αὐτῆς καὶ τὸ εἶναι· καὶ τοῦ ἡλίου εἰ ἀφέλοι τὶς τὴν κίνησιν καὶ τὸν δρόμον, συναφεῖλεν αὐτοῦ τὴν οὐσίαν· οὕτως καὶ τοῦ ἀγαθοῦ εἴ τις ἀφέλοι τὴν ἀκρίβειαν καὶ τὴν στάσιν, συναφεῖλεν αὐτοῦ καὶ τὴν φύσιν· οὐ γὰρ χρόνῳ τὸ ἀγαθὸν ἀνθεῖ, ὡς ὥρα σώματος.

Πῶς ἂν οὖν τις περὶ ἡδονῆς σκοποῖ, τὸ μὲν ἀγαθὸν αὐτῇ προσθείς, ἀφελὼν δὲ τὸ βέβαιον; Εἰ γὰρ ἀνάγκη ἀγαθὸν ὄν βέβαιον εἶναι, τῇ τοῦ βεβαίου ἀπουσίᾳ καὶ τὸ ἀγαθὸν τῆς ἡδονῆς συναπέρχεται. Καὶ πότερος τούτων τῷ πιθανῷ πλησιαίτερος; ὁ λέγων τὴν ἡδονὴν ἀγαθὸν εἶναι, κἂν μὴ βέβαιος, ἢ

ὁ ἀγαθὸν λέγων μὴ εἶναι, ἂν μὴ ὡς βέβαιον ᾖ; Ἐγὼ [*](4b)μὲν οἶμαι, θάτερον· κρεῖτ|τὸν γὰρ ἀφελεῖν ἡδονὴν ἀγαθοῦ, προσθέντας τὸ βέβαιον αὐτῷ ἢ προσθεῖναι ἡδονῇ τἀγαθόν, ἀφελόντας αὐτῆς τὸ ἀσφαλές.

Ἐπεὶ τοίνυν τὸ μὲν ἀγαθὸν οὐχ ἡδὺ πάντως, βέβαιον δὲ πάντως, τὸ δὲ ἡδὺ οὐ πάντως ἀγαθόν, ἀβέβαιον δὲ πάντως, λείπεται δυοῖν θάτερον, ἢ τὴν ἡδονὴν [*](1.2 τοῦ ἡλίου . . τὸν δρόμον sq. vi. or. 34. 1c || 8 εἰ . . ἀνάγκη ἀγαθὸν ὂν βέβαιον εἶναι sq. cf. Epict. diss. lI 11. 19 τὸ ἀγαθὸν δεῖ εἶναι τοιοῦτον ἐφʼ ᾧ θαρρεῖν ἄξιον . . . ἀβεβαίῳ τινὶ θαρρεῖν ἄξιον; μή τι οὖν βέβαιον ἡ ἡδονή; οὔ sq.) [*](3 τοῦ ἀγαθοῦ — 6 σώματος x || 8 εἰ γὰρ — 9. 10 συνα- πέρχεται p || 13 κρεῖττον — 15 ἀσφαλές n || 16 ἐπεὶ τοίνυν — p. 362. 7 ἐπικρυπτόμενα n | τὸ μὲν — p. 362. 4 ἀγαθοῦ x) [*](8 〈καὶ〉 εἰ p | γὰρ om. p | ἀγαθὸν 〈ἢ τι〉 ὂν p | τοῦ post τῇ om. p || 10 τῷ πιθανῷ τούτων Ϛ(δ) | πλησιέστερος MN | 11 λέγων την τὴν (prior. την lineolis delet.) R! | βέβαιος (scil. η ἡδονὴ ut sit praeter βέβαιος nil nisi βέβαιον formatum adiec- tivi nequiore usu) R βέβαιον cett. (δ (δΔ) || 11 12 ἢ ὁ (in ras. ex ἢ καὶ) R! ᾖ· ὁ Markl. (Δ) || 12 ὡς] καὶ Reiske (Duebn.) sed ὡς idem hic valet atque ‘planeʼ cf. Plat. legg. lII 676b τὸ δέ γε ὡς ἄπλετόν τι καὶ ἀμήχανον ἄν εἴη al. (quae collegit Ast lex. Platon. IIl 582) || 13 θάτερον 〈τὸν δεύτερον〉 Markl. (Duk.) || 14 τὸ ἀβέβαιον Dav.2 || 15 ἀφελόντας — 16 ἀγαθὸν om. N)

362
διώκοντας ἀμελεῖν τἀγαθοῦ, ἢ τὸ ἀγαθὸν αἱρουμένους μὴ διώκειν ἡδονήν. Οὐθὲν δὲ οἶμαι διωκτὸν ὅ, τι μὴ ἀγαθόν· ἀλλʼ ἀγαθοῦ φαντασίᾳ, τὸ μὴ ἀγαθὸν διώκεται ἐν χώρᾳ ἀγαθοῦ·

καθάπερ ὑπὸ τῶν χρηματιστῶν τὰ κίβδηλα τῶν νομισμάτων, οὐ διότι κίβδηλα, αἱρετὰ ὄντα, ἀλλὰ τῇ πρὸς τὸ ἀληθὲς ὁμοιότητι τὴν τοῦ κιβδήλου φύσιν ἐπικρυπτόμενα.