Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Πάνυ γοῦν ἔδει τοῖς τότε Ἀθηναίων δικασταῖς λόγων.

Σω|κράτη γὰρ ἑβδομήκοντα μὲν ἐτῶν χρόνος, [*](31a) καὶ ἐν τούτῳ φιλοσοφία καὶ ἀρετὴ διηνεκής, καὶ ἄπταιστος [*](7 ὀργῆς ζωπύρωσιν cf Xenoph. apol. 9 et 32 Epict. diss II 2 18 || 11. 12 ἀκόλαστον συμπόσιον sq vi or 11 7g || 17 τοὔ- νειδος sq vi. Xenoph. apol. 26) [*](7 ζωπύρωσιν in mge repetit (vet. schol b) R!) [*](1 ἢ R! | ἂν om. α(δ) || 4 τὸ σχῆμα ἂν ἦν Markl. πρόσχημα ἦν Reiske || 5 λέγειν μὲν Reiske (Duebn.) | ἐχρῆν (in ras ex ἐγ-) R! | ταπεινὸν μὲν φα(δ) || 8 φλεγμονῆς Reiske || 10 παρησίας R cf. Crönert l. a p. 79 || 11 κεχρημένον (χ et η in ras.) R! | ἀκο- λάστων φα(θ) || 20 Σωκράτῃ R!Bφ Σωκράτης MN Σωκράτει α(δ∠))

39
βίος καὶ ὑγιής, καὶ δίαιτα εἰλικρινής, καὶ ὁμιλίαι χρησταί, καὶ ἐντεύξεις ὠφέλιμοι, καὶ συνουσίαι ἀγαθαί, ταῦτα μὲν αὐτὸν οὐκ ἐξείλετο ἐκ τοῦ δικαστηρίου, καὶ τοῦ δεσμωτηρίου, καὶ τοῦ θανάτου,

ἀμφορεὺς δὲ ἔμελλεν διαμετρηθεὶς πρὸς ῥητορείας καιρὸν βραχὺς ῥύσεσθαι τὸν Σωκράτην; ἀλλʼ οὔτε ἠδύνατο, οὔτε δυνάμενος, ἐδέξατο ἂν ὁ Σωκράτης.

Ἄπαγε, ὦ Ζεῦ καὶ θεοί, ὅμοιον ὡς εἰ καὶ Λεωνίδην τὸν Σπαρτιάτην ἐκεῖνον ἠξίωσεν ἄν τις παραστὰς τοιοῦτος σύμβουλος ὑποχωρῆσαι βραχύ, καὶ ἐνδοῦναι τῇ Ξέρξου ἐμβολῇ, ὡς συκοφάντῃ ὡπλισμένῳ·

ὁ δὲ οὐκ ἐδέξατο, ἀλλʼ αὐτοῦ κεῖσθαι σὺν τῇ ἀρετῇ καὶ τοῖς ὅπλοις μᾶλλον, ἢ ζῶν δεῖξαι τὰ νῶτα βασιλεῖ βαρβάρῳ.