Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἀλλʼ εἰ τοῦτο ἐξ ἅπαντος ἠυλαβεῖτο ἓν τῷ ἀγαθῷ ἀνδρί, ὥρα ἦν Σωκράτει μὴ τοῖς Ἀθηναίων δικασταῖς ἀπολογεῖσθαι, ἀλλὰ μήτε Μελήτῳ ἀπεχθάνεσθαι, μήτε ἐλέγχειν Ἄνυτον, μήτε παρέχειν πράγματα τοῖς ἁμαρτάνουσιν Ἀθηναίων, μηδὲ περϊιέναι τὴν πόλιν, ἐντυγχάνοντα [*](30b)πάσαις | ἀνδρῶν καὶ τύχαις καὶ τέχναις καὶ ἐπιτηδεύμασιν καὶ ἐπιθυ || μίαις, σωφρονιστὴν κοινὸν [*](Ed. Duebn. p. 34) πικρὸν καὶ ἀπαραίτητον, μηδὲν ταπεινόν, μηδὲ θωπικόν, μηδὲ ἀνδραποδῶδες, μηδὲ ὑφειμένον πρὸς μηδένα λέγοντα.

Εἰ δὲ θανάτου μὲν ἤδη τὶς καὶ ἐν πολέμῳ κατεφρόνησεν, καὶ κυβερνήτης ἐν θαλάττῃ, ὀρέγονται δὲ ἕκαστοι τῶν ἐν ταῖς τέχναις ἀποθνήσκειν καλῶς σὺν τῇ τέχνῃ· ἦπου τὸν φιλόσοφον ἔδει λιποτάκτην γενέσθαι καὶ λιπόνεων καὶ φιλόψυχον, ῥίψαντα τὴν ἀρετὴν ὡς ἐν πολέμῳ ἀσπίδα.

Καὶ ταῦτα δρῶντα τίς [*](8 περϊιέναι ut Diogenes vi. or. 15. 9c; 32. 9d ἀλλὰ ἄφετος sq or. 36. 5d Anacharsis or. 25. 1c Homerus or. 26 1a αὐτὸς δὲ sq. anima Aristeae or. 38. 3d cf. Lucian. necyom. 18 (481) de So- crate mortuo || 9 πάσαις ἀνδρῶν τύχαις καὶ τέχναις ═ or. 9. 6g || 10 σωφρονιστὴν ut Herculem vi. or. 15. 6d || 11 πικρὸν καὶ ἀπα- ραίτητον ═ or. 33. 3c vi. etiam or 5. 7f || 13 θανάτου sq cf. Plat. apol. 28. 6) [*](16 in muge ἤπου, ἴσως σχεδὸν·· ἤπουγε, πολλῷ πλέον (vet. schol. b) R!) [*](1 ἧς (in ras. ex εις?) R! || 4 ἠυλαβεῖτο ἓν τῷ Hob. ἠυλ ἐν τῷ RBMN (fortasse recte, cf. Kuehner Gerth Gr. gr. l 466c) εὐλα- βητέον τῷ φα(δ∠) || 5 μὴ ὅτι τοῖς Markl || 6 Μελήτῳ vide supra p. 31 2, 18, 20; p. 33. 11 || 13 καὶ (ante ἐν) om. MNα(δ) || 14 ὀρέ- γονται καὶ B et ita Dav. (utr.), corr. Markl. Reiske || 17 λειπόνεων (ε prior. puncto notat.) R λειπόγεων MNφα(δ)corr. Heins. || 17. 18 τῆς ἀρετῆς (quibus verb. paginae custos adnectuntur τὸ σχῆμα ἦν e vers. p. 38. 4) B || 18 ἀσπίδα (ιδ in ras.) R! )

38
ἂν αὐτὸν δικαστὴς ἐπῄνεσεν; ἢ τίς ἂν ἠνέσχετο τὸν Σωκράτην ἑστῶτα ἐν δικαστηρίῳ ταπεινὸν καὶ ἐπτηχότα, καὶ τὴν ἐλπίδα τοῦ ζῆν ἐρανιζόμενον παῤ ἄλλων; τοῦτο γάρ που τῆς ἀπολογίας τὸ σχῆμα ἦν. λέγειν ἐχρῆν, ταπεινὸν δὲ οὐδέν, οὔτε ἐπτηχός, οὔτε ὑφειμένον, ἀλλʼ ἐλεύθερόν τι καὶ ἄξιον φιλοσοφίας;

οὐκ ἀπολογίαν μοι λέγεις, ἀλλʼ ὀργῆς ζωπύρωσιν καὶ φλεγμονήν. Πῶς γὰρ ἂν ἤνεγκεν τοιαύτην ἀπολογίαν δικαστήριον πονηρὸν καὶ δημοκρατικόν, καὶ ἐκδεδιῃτημένον ὑπʼ ἐξουσίας, καὶ ἀνήκοον παρρησίας, καὶ κολακείᾳ διηνεκεῖ κεχρημένον; οὐ μᾶλλον ἢ ἀκόλαστον συμπόσιον νήφοντα ἄνδρα ἀφαιρούμενον μὲν τὸν κρατῆρα, ἀπάγοντα δὲ τὴν αὐλητρίδα, καθαιροῦντα δὲ τοὺς στεφάνους, παύοντα δὲ τὴν μέθην.

Τοιγαροῦν ἐσίωπησεν ὁ Σωκράτης ἀσφαλῶς, ὅπου λέγειν οὐκ ἐξῆν καλῶς, φυλάξας μὲν τὴν ἀρετήν, φυλαξάμενος δὲ τὴν ὀργήν, καὶ παρασχὼν τοὔνειδος αὐτοῖς πικρόν, ὅτι καὶ σιωπῶντος αὐτοῦ κατεδίκασαν.