Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Δεινόν γε τὰς μὲν ἄλλας τέχνας ἀπηλλάχθαι ἑκάστην τοῦ τῶν πολλῶν δικαστηρίου, καὶ μήτε τὸν κυβερνήτην ἐπιλαβόμενον τῆς νεώς, καὶ χρώμενον τῇ τέχνῃ κατὰ τοὺς ναυτικοὺς λόγους, εὐθύνεσθαι πρὸς τῶν ἀτέχνων, μήτε τὸν ἰατρὸν ἀνέχεσθαι τοὺς κάμνοντας τὰ προστάγματα αὐτοῦ καὶ τὰ ἰάματα καὶ τὰ διαιτήματα ἐπισκοποῦντας καὶ βασανίζοντας, ἀλλʼ οὐδὲ κεραμέας, οὐδὲ σκυτοτόμους, οὐδὲ τοὺς τὰ ἔτι τούτων ἀτιμότερα μεταχειριζομένους, ἄλλόν τινα ἔχειν δικαστὴν τῶν ἔργων, πλὴν τῆς τέχνης.

Σωκράτη δὲ τὸν μηδὲ τῷ Ἀπόλλωνι παρασχόντα ἀμαθίας αἰτίαν, τῷ τὰς ψάμμους εἰδότι καὶ κα|ταμαντευσαμένῳ τῆς θαλάττης, [*](28b) οὔπω καὶ νῦν πεπαῦσθαι συκοφαντούμενον καὶ εὐθυνόμενον, [*](5 δεινὸν sq. idem initium vi. or. 34. 1a etiam or. 4. 1a cf. Lucian. calum 1 (125) ad sententiam cf. Themist. 26. 311d Xe- noph. apol. 21 || 14 Σωκράτη sq. vi. or. 39. 5 l; 13. 9d διὰ τοῦτο sq. etiam infra p. 33. 7 cf Plat. apol. 21a Xenoph. apol. 14 Dio Chrys 13. 50; 55. 8 Lucian. am. 48 lulian. lI 79a Themist. 13. 161c; 2. 27b; 29. 346b Apul. deo Socr. 17 Orig. c. Cels. VI 280 Arrian var. hist II 13 Cicer. acad. l 4. 16 || 15. 16 τῷ τὰς ψάμμους εἰδότι vi. or. 11. 6c vers. finem; or. 13. 3b σεμνὸν γὰρ sq. cf. Herod. l 47) [*](Codices RBMNα (═ Stephanus) φ (═ Paccius); H (teste Davisio)) [*](1 Γ΄ R! || 3 in mge ζ΄ R! | εἰ καλῶς — 4 ἀπολογησάμενος RM additis λόγος λθ΄ φα om. (spatio rubric. relicto) BN || 7 χρώ- μενον (ω in ras. ex ο?) R! || 8 ναυτικοὺς Hob. αὐτοὺς R αὐτοῦ cett. (δ∠) αὐτῆς Schenkl. || 14 τῶν ἔργων om. B | Σωκράτη R!B Σωκράτην cett. (δ∠) || 16 μαντευομένῳ B | 〈τῶν μέτρων〉 τῆς θαλάττης Reiske)

31
ἀλλὰ πικροτέρους αὐτῷ εἶναι τοὺς ἐπιγιγνομένους αἰεὶ καὶ τοὺς συκοφάντας Ἀνύτου καὶ Μελήτου, καὶ τοὺς δικαστὰς Ἀθηναίων τῶν τότε·

καὶ εἰ μὲν γραφεὺς ἦν ἢ δημιουργὸς ἀγαλμάτων, οἷον Ζεῦξις ἢ Πολύκλειτος ἢ Φειδίας, παρέπεμπεν ἂν τὰ ἔργα αὐτῶν μετʼ εὐφημίας ἡ τῆς τέχνης δόξα· ὁρῶντες γοῦν ἐκεῖνα οἱ ἄνθρωποι, μὴ ὅτι αἰτιᾶσθαι, ἀλλʼ οὐδὲ ἐξετάζειν τολμῶσιν, ἀλλʼ εἰσὶν αὐτεπάγγελτοι ἐπαινέται θεαμάτων ἐνδόξων·

εἰ δέ τις μὴ κατὰ γραφέας, μηδὲ κατʼ ἀγαλμάτων δημιουργοὺς ἀγαθὸς ἦν τὴν χειρῶν τέχνην, ἀλλὰ τὸν αὑτοῦ βίον συμμέτρως, καὶ πρὸς τὸ ἀκριβέστατον, λόγῳ καὶ πόνῳ καὶ ἐθισμῷ καὶ εὐτελείᾳ καὶ καρτερίᾳ καὶ σωφροσύνῃ καὶ ταῖς ἄλλαις ἀρεταῖς ἡρμόσατο· τοῦτον μὴ τυγχάνειν βεβαίας δόξης, μηδὲ ἐπαίνων ὡμολογημένων, μηδὲ ὁμοφώνων δικαστῶν, ἀλλὰ ἄλλον ἄλλό τι διατελεῖν ὑπὲρ αὐτοῦ λέγοντας; ||