Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

347

Νῦν δὲ τοῖς ἀνθρώποις περὶ μὲν ἀτόπου λέβητος ὁ Ἀπόλλων λέγει ἑψομένου ἐν Λυδοῖς, καὶ τὸ ξύλινον τεῖχος λέγει, καὶ τὸ στένυγρον ἰσθμόν, καὶ σεισμὸν μέλλοντα, καὶ ἐπιόντα πόλεμον, καὶ κατιόντα λοιμόν·

τὸν δὲ τούτων πρεσβύτερον χρησμὸν οὐ λέγει, ὅπως πόλεμος μὴ γένηται, πῶς τείχους μὴ δεηθῶ, πῶς λοιμὸν μὴ φοβηθῶ.

Ἀλλʼ ὁ μὲν Ἀπόλλων ταῦτα ἐκ Δελφῶν οὐ λέγει, οὐδὲ ὁ Ζεὺς ἐκ Δωδώνης λέγει, οὐδὲ ἐξ ἄλλης γῆς ἄλλος θεός· φιλοσοφία δὲ λέγει. Ὢ χρησμοῦ καλοῦ, καὶ μαντικῆς πολυωφελεστάτης·

πείσομαι τῇ χρησμῳδίᾳ, ἐὰν ὡμολογημένην ταύτην ἴδω. Ἀστασίαστόν μοι χρησμὸν λέγε· τοιαύτης δέομαι μαντικῆς, ᾗ πεισθεὶς βιώσομαι ἀσφαλῶς.