Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

‘Τίνος ἀντικαταλλάττῃ πόνους τοσούτους, καὶ κινδύνους πραγμάτων, καὶ πηρώσεις σωμάτων; κακοδαιμονίας ἐρᾶς’; Γελοῖον τὸ ἐρώτημα. Ἀλλʼ οὐχ εὗρε δήπου τὸ ζητούμενον ὁ Φίλιππος, ἀλλʼ ἐξανασ〈τᾶσα ἔλα〉θεν αὐτὸν ἡ εὐδαιμονία. Καὶ διὰ τοῦτο ὁ Ἀλέξανδρος, χαίρειν τὲ τῇ Εὐρώπῃ φράσας, ὡς ἐρήμῳ ἀγαθῶν, εἰς τὴν Ἀσίαν ἐπεραιοῦτο, ὑποπτεύων τὴν εὐδαιμονίαν ἢ ἐν Σάρδεσιν ἐν τῷ χρυσῷ ψήγματι κατορωρύχθαι, ἢ ἐν Καρίᾳ ἐν τοῖς [*](Ed. Duebn. p. 138) Μαυσωλοῦ θησαυροῖς, ἢ ἐν τοῖς Βαβυλωνίων || τείχεσιν, ἢ ἐν τοῖς Φοινίκων λιμέσιν, ἢ ἐν ταῖς Αἰγυπτίων ἠόσιν, ἢ ἐν ταῖς Ἀμμωνίων ψάμμοις.

Οὐκ ἐξήρκεσεν δʼ αὐτῷ οὐ Δαρεῖος φεύγων, οὐκ Αἴγυπτος ληφθεῖσα, οὐκ Ἄμμων πατήρ, οὐ Βαβυλὼν ἁλοῦσα· [*](14. 15 τὴν εὐδαιμονίαν . . κατορωρύχθαι vi. supra § lla ὥσπερ sq. || 16 ἐν τοῖς Βαβυλωνίων τείχεσιν vi. or. 21. 3 g cf. Dio Chrys. VI 37 || 18 Ἀμμωνίων ut Lucian. dial. mort. 13.1 οἱ τῶν Ἀμ- μωνίων προφῆται || 20 Ἄμμων πατήρ vi. or. 41. 1 a cf. lulian. l 46 a Lucian. dial. mort. 13. 1) [*](12 in mge ἀλέξανδρος 16 μαυσωλός (schol. recentiss.) R1) [*](6 in mge ΜΓ΄ (numerus quaternionis) R! || 9 σωμάτων] ὀμ- μάτων Markl. (Duebn.) || 10 ἐρώτημα (τη in ras.) R! || 11 ἐξανασ- 〈τᾶσα ἔλα〉θεν (vel ἐξανέσ〈τησεν δῆ〉θεν?)Hob. ἐξαναισθεν R (sine acc.) MN ἐξαναισθών α ἐξαναλυθέν H ἐξανέστησεν φ(δ Δ) ἐξέστη Reiske ἐξώλισθεν Meiser de ἐξαναισθητόω cogitat Schenkl || 12 χαίρειν τῇ (om. τὲ) nescio unde δ Δ || 13 ἐπεραιοῦτο R! Mφ Reiske ἐκπεραιοῦται cett. (δΔ) || 18 ἠόσιν (ut p. 25. 9 R p. 144. 12 M) RM ἠϊόσιν cett. (δ Δ) | οὐκ om. α(δ) 20 Ἅμμων R!)

343
ἀλλʼ ἐπὶ τὴν Ἰνδῶν γῆν ἔδραμεν αὐτοῖς ὅπλοις.

Ἐρώμεθα τὸν Ἀλέξανδρον τὴν αἰτίαν τοῦ δρόμου· ‘Τί ποθεῖς; τίνος ἐρᾷς; ἐ

Ἔα μοι τοὺς βασιλεῖς καὶ τοὺς δυνάστας. Τὰ δημοτικὰ οὐχ ὁρᾷς; ὡς πᾶς ἀνὴρ πανταχόθεν ἐπὶ ταὐτὸ θεῖ, ὁ μὲν γῆς ἁπτόμενος, ὁ δὲ περὶ θάλατταν πραγματευόμενος, ὁ δὲ περὶ πολέμους ἀσχολούμενος, ὁ δὲ περὶ λόγους σχολὴν ἄγων, ὁ δὲ γάμον λαμβάνων, ὁ δὲ παῖδας τρέφων, ὁ δὲ λῃστεύων, ὁ δὲ ὑβρίζων, ὁ δὲ δωροδοκῶν, ὁ δὲ μοιχεύων, ὁ δὲ μισθοφορῶν· κινδυνώδεις ὁδοὺς καὶ σφαλερὰς οἱ πολλοὶ ἰόντες, ἐπʼ αὐτῶν τῶν κρημνῶν καὶ τῶν βαράθρων· οὓς οἰκτείροι ἄν τις· τοῦτο δὲ οὐκ, ἂν λάθωσιν. Καὶ οὗτοι μὲν σπουδαστικοί τινες τοῖς βίοις· τὸ δὲ ἀργὸν καὶ ἀλύον τοῦτο πλῆθος, ἆρα καὶ τοῦτο προήκατο τὴν τοῦ ἀγαθοῦ ἐλπίδα; οὐδαμῶς μὰ Δία.