Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Τί δή οὖν τούτων ἐπιμέμνημαι; Ὅτι τὸ ἀλγεῖν καὶ ἀπὸ ψυχῆς σώματι ἐπιπεμπόμενον, καὶ ἀπὸ σώματος ἐπὶ ψυχὴν παραγινόμενον, εἰκότως ἄρα δέοιτο ἂν καὶ ἰατρικῆς μιᾶς πρὸς ἀλυπίαν, καθάπερ ὁ Εὔριππος κυβερνητικῆς μιᾶς πρὸς εὔπλοιαν. Καὶ τοῦτο μὲν [*]( Ed. Duebn. p. 136)ταῦτά || μοι ἔστω ἀποπεφασμένον·

τὴν δὲ ἰατρικὴν αὐτήν, ἥτις ἀμυνεῖται τὰ δεινὰ ἀμφοτέρωθεν ἐπιόντα, τίς ἡμῖν λέξει; Ἐγὼ μὲν γὰρ ἀπορῶ, εἴ τινα ἐξευρήσω δεινὸν τὴν τέχνην κατὰ τὸν Χείρωνα κεῖνον, ἵνα μοι διπλᾶ | τἀγαθὰ ἔλθῃ· καὶ οὔτε πιστεύω τῷ τεχνιτεύματι [*](119b) (τὸ γὰρ ἔργον μέγα, τῆς Ὄσσης καὶ τοῦ Ὀλύμπου ὑψηλότερον), οὔτε ἀπιστῷ κομιδῇ. Τί γὰρ οὐκ ἂν ἐθελήσασα πάντολμος ψυχὴ ἐπιτεχνήσαιτο;